previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

86. ἅμα δ᾽ ἡμέρᾳ τῶν δυνάμεων ἐκταττομένων μὲν βασιλεὺς τὸν υἱὸν Ἀλέξανδρον, ἀντίπαιδα τὴν ἡλικίαν ὄντα, διάδηλον δὲ τὴν ἀνδρείαν καὶ τὴν ὀξύτητα τῆς ἐνεργείας ἔχοντα, κατέστησεν ἐπὶ θάτερον τῶν κεράτων, παρακαταστήσας αὐτῷ τῶν ἡγεμόνων τοὺς ἀξιολογωτάτους: αὐτὸς δὲ τοὺς ἐπιλέκτους ἔχων μεθ᾽ ἑαυτοῦ τὴν ἡγεμονίαν εἶχε τοῦ ἑτέρου μέρους καὶ τὰς κατὰ μέρος τάξεις οἰκείως τοῖς παροῦσι καιροῖς διεκόσμησεν. [2] οἱ δ᾽ Ἀθηναῖοι κατ᾽ ἔθνος τὴν διαίρεσιν τῆς τάξεως ποιησάμενοι τοῖς μὲν Βοιωτοῖς τὸ ἕτερον μέρος παρέδωκαν, αὐτοὶ δὲ τοῦ λοιποῦ τὴν ἡγεμονίαν εἶχον. γενομένης δὲ μάχης καρτερᾶς ἐπὶ πολὺν χρόνον καὶ πολλῶν πιπτόντων παρ᾽ ἀμφοτέροις μέχρι μέν τινος ἀγὼν ἀμφιδοξουμένας εἶχε τὰς ἐλπίδας τῆς νίκης. [3] μετὰ δὲ ταῦτα τοῦ Ἀλεξάνδρου φιλοτιμουμένου τῷ πατρὶ τὴν ἰδίαν ἀνδραγαθίαν ἐνδείξασθαι καὶ φιλοτιμίας ὑπερβολὴν οὐκ ἀπολείποντος, ὁμοίως δὲ καὶ πολλῶν αὐτῷ συναγωνιζομένων ἀνδρῶν ἀγαθῶν πρῶτος τὸ συνεχὲς τῆς τῶν πολεμίων τάξεως ἔρρηξε καὶ πολλοὺς καταβαλὼν κατεπόνει τοὺς καθ᾽ αὑτὸν τεταγμένους. [4] τὸ δ᾽ αὐτὸ καὶ τῶν παραστατῶν αὐτῷ ποιησάντων τὸ συνεχὲς αἰεὶ τῆς τάξεως παρερρήγνυτο. πολλῶν δὲ σωρευομένων νεκρῶν οἱ περὶ τὸν Ἀλέξανδρον πρῶτοι βιασάμενοι τοὺς καθ᾽ αὑτοὺς ἐτρέψαντο. μετὰ δὲ ταῦτα καὶ βασιλεὺς αὐτὸς προκινδυνεύων καὶ τῆς νίκης τὴν ἐπιγραφὴν οὐδ᾽ αὐτῷ παραχωρῶν Ἀλεξάνδρῳ τὸ μὲν πρῶτον ἐξέωσε τῇ βίᾳ τοὺς ἀντιτεταγμένους, ἔπειτα δὲ καὶ φεύγειν συναναγκάσας αἴτιος ἐγένετο τῆς νίκης. [5] τῶν δ᾽ Ἀθηναίων ἔπεσον μὲν ἐν τῇ μάχῃ πλείους τῶν χιλίων, ἥλωσαν δ᾽ οὐκ ἐλάττους τῶν δισχιλίων. [6] ὁμοίως δὲ καὶ τῶν Βοιωτῶν πολλοὶ μὲν ἀνῃρέθησαν, οὐκ ὀλίγοι δ᾽ ἐζωγρήθησαν. μετὰ δὲ τὴν μάχην Φίλιππος τρόπαιον στήσας καὶ τοὺς νεκροὺς εἰς ταφὴν συγχωρήσας ἐπινίκια τοῖς θεοῖς ἔθυσε καὶ τοὺς ἀνδραγαθήσαντας κατὰ τὴν ἀξίαν ἐτίμησεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), SYRACU´SAE
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: