previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

61.

δίκαιον δ᾽ εἶναι νομίζομεν πρῶτον ἀναγράψαι τὴν ἐκ θεῶν γενομένην τοῖς εἰς τὸ μαντεῖον παρανενομηκόσι κόλασιν, ὅλως γὰρ οὐ μόνον τοῖς αὐθένταις τῆς ἱεροσυλίας, ἀλλὰ καὶ πᾶσι τοῖς προσαψαμένοις μόνον τῆς παρανομίας ἀπαραίτητος ἐκ τοῦ δαιμονίου ἐπηκολούθησε τιμωρία. [2] μὲν γὰρ ἀρχιτέκτων τῆς καταλήψεως τοῦ ἱεροῦ Φιλόμηλος κατά τινα περίστασιν πολεμικὴν ἑαυτὸν κατεκρήμνισεν, δὲ ἀδελφὸς αὐτοῦ Ὀνόμαρχος διαδεξάμενος τὴν τῶν ἀπονοηθέντων στρατηγίαν μετὰ τῶν συμπαραταξαμένων ἐν Θετταλίᾳ Φωκέων καὶ μισθοφόρων κατακοπεὶς ἐσταυρώθη. [3] δὲ τρίτος καὶ πλεῖστα τῶν ἀναθημάτων κατακόψας Φάυλλος πολυχρονίῳ νόσῳ νοσήσας οὐδ᾽ ἀπολυθῆναι συντόμως τῆς τιμωρίας ἠδυνήθη. δ᾽ ἐπὶ πᾶσι Φάλαικος τὰ λείψανα τῆς ἱεροσυλίας ἀναλαβὼν ἐν πλάναις καὶ μεγάλοις φόβοις καὶ κινδύνοις ἐφ᾽ ἱκανὸν χρόνον ἐβίωσεν, οὐχ ἵνα μακαριώτερος γένηται τῶν συνασεβησάντων, ἀλλ᾽ ἵνα πλείω χρόνον στρεβλωθεὶς καὶ πολλοῖς διὰ τὴν ἀτυχίαν γενόμενος γνώριμος περιβόητον ἔχῃ τὴν συμφοράν. [4] οὗτος γὰρ μετὰ τὴν ἐκ τῆς ὁμολογίας φυγὴν μετὰ τῶν μισθοφόρων τὸ μὲν πρῶτον διέτριβεν περὶ τὴν Πελοπόννησον, συνέχων τοὺς στρατιώτας ἐκ τῶν ἱεροσυληθέντων λειψάνων, μετὰ δὲ ταῦτα ἐν Κορίνθῳ μισθωσάμενος πλοῖα φορτηγὰ μεγάλα καὶ τέσσαρας ἔχων ἡμιολίας παρεσκευάζετο πρὸς τὸν εἰς Ἰταλίαν καὶ Σικελίαν πλοῦν, νομίζων ἐν τούτοις τοῖς τόποις καταλήψεσθαί τινα πόλιν τεύξεσθαι μισθοφορίας: ἐτύγχανε γὰρ Λευκανοῖς πρὸς Ταραντίνους συνεστηκὼς πόλεμος. πρὸς δὲ τοὺς συμπλέοντας ἔφη μετάπεμπτος πλεῖν ὑπὸ τῶν ἐξ Ἰταλίας καὶ Σικελίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: