previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

11. τῆς δὲ πόλεως πάσης μετημφιεσμένης ἀντὶ τῆς δουλείας τὴν ἐλευθερίαν καὶ τὸ σκυθρωπὸν τῆς τυραννίδος εἰς πανηγυρικὴν ἱλαρότητα τῆς τύχης ἀγούσης πᾶσα οἰκία θυσιῶν καὶ χαρᾶς ἔγεμε, τῶν ἰδιωτῶν ἐπὶ ταῖς ἰδίαις ἑστίαις θυμιώντων καὶ περὶ μὲν τῶν παρόντων ἀγαθῶν εὐχαριστούντων τοῖς θεοῖς, περὶ δὲ τῶν μελλόντων εὐχὰς ἀγαθὰς ποιουμένων. ἐγένετο δὲ καὶ τῶν γυναικῶν ἐπὶ ταῖς ἀνελπίστοις εὐημερίαις ὀλολυγμὸς πολὺς καὶ καθ᾽ ἅπασαν τὴν πόλιν συνδρομαί. [2] οὐδεὶς δ᾽ ἦν ἐλεύθερος, οὐ δοῦλος, οὐ ξένος, ὃς οὐκ ἔσπευδεν ἰδεῖν τὸν Δίωνα καὶ τὴν ἀρετὴν τοῦ ἀνδρὸς πάντες ἀπεδέχοντο μειζόνως κατ᾽ ἄνθρωπον. καὶ τοῦτ᾽ εὐλόγως ἔπασχον διὰ τὸ μέγεθος καὶ παράδοξον τῆς μεταβολῆς: πεντηκονταετοῦς γὰρ δουλείας πεπειραμένοι καὶ τῆς ἐλευθερίας διὰ τὸν χρόνον ἐπιλελησμένοι δι᾽ ἑνὸς ἀνδρὸς ἀρετὴν ἀπελύθησαν τῆς συμφορᾶς. [3]

Διονύσιος δὲ κατὰ τούτους τοὺς καιροὺς αὐτὸς μὲν ἔτυχε διατρίβων περὶ Καυλωνίαν τῆς Ἰταλίας, Φίλιστον δὲ τὸν στρατηγὸν περὶ τὸν Ἀδρίαν ὄντα μετεπέμψατο μετὰ τῆς ναυτικῆς δυνάμεως καὶ προσέταξε πλεῖν εἰς τὰς Συρακούσσας. ἀμφοτέρων δ᾽ εἰς τὸν αὐτὸν τόπον ἐλθεῖν σπευδόντων μὲν Διονύσιος ἧκεν εἰς τὰς Συρακούσσας ἡμέραις ὕστερον ἑπτὰ τῆς Δίωνος καθόδου. [4] εὐθὺς οὖν καταστρατηγῆσαι βουλόμενος τοὺς Συρακοσίους περὶ διαλύσεως ἐπρεσβεύετο καὶ πολλὰς ἐμφάσεις ἐδίδου παραδώσειν τὴν τυραννίδα τῷ δήμῳ καὶ τῆς δημοκρατίας ἀλλάξεσθαι τιμὰς ἀξιολόγους: ἠξίου τε πρέσβεις ἀποστεῖλαι πρὸς αὐτόν, μεθ᾽ ὧν συνεδρεύσας καταλύσηται τὸν πόλεμον. [5] οἱ μὲν οὖν Συρακόσιοι μετεωρισθέντες ταῖς ἐλπίσιν ἐξαπέστειλαν πρέσβεις τοὺς ἀξιολογωτάτους τῶν ἀνδρῶν: δὲ Διονύσιος τούτοις μὲν φυλακὴν περιστήσας ἀνεβάλετο τὴν ἔντευξιν, αὐτὸς δ᾽ ὁρῶν τοὺς Συρακοσίους διὰ τὴν ἐλπίδα τῆς εἰρήνης τά τε περὶ τὰς φυλακὰς ῥᾳθύμως ἔχοντας καὶ τὰ πρὸς μάχην ἀπαρασκεύους ἄφνω τὰς πύλας τῆς κατὰ τὴν Νῆσον ἀκροπόλεως ἀνοίξας ἐξεχύθη συντεταγμένῃ τῇ δυνάμει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: