previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

73. οἱ δὲ Συρακόσιοι τῷ προτερήματι συμφιλοτιμούμενοι κατὰ πολλὴν σπουδὴν ἀλλήλους ἔφθανον ἐπιπηδῶντες ταῖς πολεμίαις ναυσί, καὶ τοὺς βαρβάρους καταπεπληγμένους τὸ μέγεθος τῆς περιστάσεως περιχυθέντες ἐφόνευον. [2] οὐ μὴν οὐδ᾽ οἱ πεζῇ τῷ ναυστάθμῳ προσβάλλοντες ἐλείποντο τῆς τούτων σπουδῆς: ἐν οἷς συνέβαινεν εἶναι καὶ αὐτὸν τὸν Διονύσιον, παριππευκότα πρὸς τὸ κατὰ Δάσκωνα μέρος. εὑρόντες γὰρ πεντηκοντόρους τετταράκοντα νενεωλκημένας, καὶ κατὰ τὸ συνεχὲς ναῦς παρορμούσας ὁλκάδας καί τινας τῶν τριήρων, πῦρ εἰς αὐτὰς ἐνῆκαν. [3] ταχὺ δὲ τῆς φλογὸς εἰς ὕψος ἀρθείσης καὶ χεομένης ἐπὶ πολὺν τόπον ἐφλέγετο τὰ σκάφη, καὶ τῶν ἐμπόρων τε καὶ ναυκλήρων οὐδεὶς ἐδύνατο παραβοηθῆσαι διὰ τὸ πλῆθος τοῦ πυρός. ἐπιγενομένου δὲ μεγάλου πνεύματος ἐκ τῶν νενεωλκημένων σκαφῶν ἐφέρετο τὸ πῦρ ἐπὶ τὰς ὁρμούσας ὁλκάδας. [4] τῶν δ᾽ ἀνδρῶν ἐκκολυμβώντων διὰ τὸν ἀπὸ τῆς πνιγὸς φόβον, καὶ τῶν ἀγκυρίων ἀποκαιομένων, διὰ τὸν κλύδωνα συνέκρουον αἱ ναῦς, καὶ τινὲς μὲν ὑπ᾽ ἀλλήλων συντριβόμεναι διεφθείροντο, τινὲς δὲ ὑπὸ τοῦ πνεύματος ὠθούμεναι, αἱ πλεῖσται δ᾽ ὑπὸ τοῦ πυρὸς ἀπώλλυντο. [5] ἔνθα δὴ τῶν φορτηγῶν πλοίων ἀναφερομένης τῆς φλογὸς διὰ τῶν ἱστίων καὶ τὰς κεραίας καταφλεγούσης, τοῖς ἐκ τῆς πόλεως θεατρικὴν συνέβαινε γίνεσθαι τὴν θέαν καὶ τοῖς δι᾽ ἀσέβειαν κεραυνωθεῖσι φαίνεσθαι παραπλησίαν τὴν ἀπώλειαν τῶν βαρβάρων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: