previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

66. οὐ γὰρ δήπουθεν ἀξιώσαι τις ἂν παραβάλλειν Διονύσιον τῷ παλαιῷ Γέλωνι. ἐκεῖνος μὲν γὰρ μετὰ τῆς ἰδίας ἀρετῆς, μετὰ τῶν Συρακοσίων καὶ τῶν ἄλλων Σικελιωτῶν ἠλευθέρωσε τὴν Σικελίαν ἅπασαν, δ᾽ ἐν ἐλευθερίᾳ παραλαβὼν τὰς πόλεις τῶν μὲν ἄλλων ἁπασῶν κυρίους πεποίηκε τοὺς πολεμίους, αὐτὸς δὲ τὴν πατρίδα καταδεδούλωται. [2] κἀκεῖνος μὲν πολὺ πρὸ τῆς Σικελίας ἀγωνισάμενος τοὺς ἐν ταῖς πόλεσιν ὄντας συμμάχους οὐδὲ ἰδεῖν τοὺς πολεμίους ἐποίησεν, δ᾽ ἀπὸ Μοτύης διὰ πάσης τῆς νήσου φυγὼν συγκέκλεικεν ἑαυτὸν ἐντὸς τῶν τειχῶν, πρὸς μὲν τοὺς πολίτας θρασυνόμενος, τοὺς δὲ πολεμίους οὐδὲ κατ᾽ ὄψιν ἰδεῖν ὑπομένων. [3] τοιγαροῦν ἐκεῖνος μὲν διά τε τὴν ἀρετὴν καὶ τὸ μέγεθος τῶν πράξεων οὐ μόνον τῶν Συρακοσίων, ἀλλὰ καὶ τῶν Σικελιωτῶν ἑκουσίων παρέλαβε τὴν ἡγεμονίαν, δ᾽ ἐπ᾽ ὀλέθρῳ μὲν τῶν συμμάχων, ἐπὶ δουλείᾳ δὲ τῶν πολιτῶν στρατηγήσας, πῶς οὐκ ἂν δικαίως ὑπὸ πάντων μισοῖτο; οὐ γὰρ μόνον ἡγεμονίας ἀνάξιος, ἀλλὰ καὶ μυρίων θανάτων τυχεῖν δίκαιος. [4] Γέλα καὶ Καμάρινα διὰ τοῦτον κατεστράφησαν, Μεσσήνη ἄρδην ἀνῄρηται, κατὰ ναυμαχίαν δισμύριοι τῶν συμμάχων ἀπολώλασι, τὸ σύνολον εἰς μίαν κατακεκλείσμεθα πόλιν, τῶν κατὰ Σικελίαν Ἑλληνίδων πασῶν ἀνῃρημένων. πρὸς γὰρ τοῖς ἄλλοις ἀδικήμασι Μάξον καὶ Κατάνην ἐξηνδραποδίσατο, πόλεις συμμαχίδας, ἐπικαίρους πόλεις, ἄρδην ἀνῄρηκεν. [5] καὶ πρὸς μὲν Καρχηδονίους δύο μάχας ἐνστησάμενος ἐν ἑκατέραις ἥττηται, παρὰ δὲ τοῖς πολίταις πιστευθεὶς ἅπαξ στρατηγίας εὐθέως ἀφείλετο τὴν ἐλευθερίαν, φονεύων μὲν τοὺς παρρησίαν ἄγοντας ὑπὲρ τῶν νόμων, φυγαδεύων δὲ τοὺς ταῖς οὐσίαις προέχοντας, καὶ τὰς μὲν τῶν φυγάδων γυναῖκας οἰκέταις καὶ μιγάσιν ἀνθρώποις συνοικίζων, τῶν δὲ πολιτικῶν ὅπλων βαρβάρους καὶ ξένους ποιῶν κυρίους. καὶ ταῦτ᾽ ἔπραξεν, Ζεῦ καὶ θεοὶ πάντες, ὑπηρέτης ἀρχείων, ἀπεγνωσμένος ἄνθρωπος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: