previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

103.

τοῦ δ᾽ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχεν Ἀντίπατρος, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὑπατικὴν ἀρχὴν διῴκουν Λεύκιος Οὐαλέριος καὶ Αὖλος Μάλλιος. περὶ δὲ τούτους τοὺς χρόνους Διονύσιος τῶν Συρακοσίων δυνάστης φανερῶς ἑαυτὸν ἀναδείξας ἐπὶ τὴν Ἰταλίαν στρατευσόμενον, μετὰ πλείστης δυνάμεως ὥρμησεν ἀπὸ Συρακουσῶν. [2] εἶχε δὲ πεζοὺς μὲν πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ περὶ τρισχιλίους, ναῦς δὲ μακρὰς μὲν τεσσαράκοντα, τὰς δὲ τὸν σῖτον κομιζούσας οὐκ ἐλάττους τριακοσίων. πεμπταῖος δὲ κατανύσας εἰς τὴν Μεσσήνην, αὐτὸς μὲν ἐν τῇ πόλει τὴν δύναμιν ἀνελάμβανε, Θεαρίδην δὲ τὸν ἀδελφὸν ἐπὶ τὰς Λιπαραίων νήσους ἀπέστειλε μετὰ νεῶν τριάκοντα: πεπυσμένος γὰρ ἦν δέκα ναῦς τῶν Ῥηγίνων περὶ ἐκείνους τοὺς τόπους οὔσας. [3] δὲ Θεαρίδης ἐκπλεύσας καὶ καταλαβὼν τὴν Ῥηγίνων δεκαναΐαν ἔν τισιν εὐθέτοις τόποις, αὐτάνδρων τῶν σκαφῶν ἐκυρίευσε καὶ ταχέως εἰς Μεσσήνην πρὸς Διονύσιον ἐπέστρεψε. Διονύσιος δὲ τοὺς αἰχμαλώτους εἰς δεσμὰ καταθέμενος τοῖς Μεσσηνίοις ἔδωκε φυλάττειν, αὐτὸς δὲ περαιώσας τὴν δύναμιν εἰς Καυλωνίαν περιεστρατοπέδευσε τὴν πόλιν, καὶ τὰς μηχανὰς προσερείσας πυκνὰς προσβολὰς ἐποιεῖτο. [4] οἱ δὲ κατὰ τὴν Ἰταλίαν Ἕλληνες ὡς ἐπύθοντο τὰς τοῦ Διονυσίου δυνάμεις περαιουμένας τὸν διείργοντα πορθμόν, καὶ αὐτοὶ στρατόπεδα συνήθροιζον. τῆς δὲ τῶν Κροτωνιατῶν πόλεως μάλιστα πολυοχλουμένης καὶ πλείστους ἐχούσης Συρακοσίους φυγάδας, τούτοις τὴν ἡγεμονίαν τοῦ πολέμου παρέδωκαν: [5] οἱ δὲ Κροτωνιᾶται τὰς πανταχόθεν δυνάμεις ἀθροίσαντες στρατηγὸν Ἕλωριν τὸν Συρακόσιον εἵλοντο. οὗτος δὲ πεφευγὼς Διονύσιον καὶ δοκῶν τόλμαν ἔχειν ἔμπρακτον, πιστότατα πρὸς τὸν τύραννον πολεμήσειν διὰ τὸ μῖσος ὑπείληπτο. ὡς δὲ πάντες οἱ σύμμαχοι παρεγενήθησαν εἰς Κρότωνα, κατὰ τὴν ἑαυτοῦ προαίρεσιν Ἕλωρις διατάξας ὥρμησε μετὰ πάσης τῆς δυνάμεως ἐπὶ Καυλωνίας: [6] ἅμα γὰρ ἐνόμιζεν ἐπιφανεὶς λύσειν τὴν πολιορκίαν, ἅμα δὲ καταπεπονημένους τοὺς πολεμίους ὑπὸ τῶν καθ᾽ ἡμέραν προσβολῶν διαγωνιεῖσθαι. εἶχε δὲ τοὺς ἅπαντας πεζοὺς μὲν περὶ δισμυρίους πεντακισχιλίους, ἱππεῖς δὲ περὶ δισχιλίους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: