previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

82. τε γὰρ τῶν ἱερῶν κατασκευὴ καὶ μάλιστα τοῦ Διὸς νεὼς ἐμφαίνει τὴν μεγαλοπρέπειαν τῶν τότε ἀνθρώπων: τῶν μὲν οὖν ἄλλων ἱερῶν τὰ μὲν κατεκαύθη, τὰ δὲ τελείως κατεσκάφη διὰ τὸ πολλάκις ἡλωκέναι τὴν πόλιν, τὸ δ᾽ Ὀλύμπιον μέλλον λαμβάνειν τὴν ὀροφὴν πόλεμος ἐκώλυσεν: ἐξ οὗ τῆς πόλεως κατασκαφείσης οὐδέποτε ὕστερον ἴσχυσαν Ἀκραγαντῖνοι τέλος ἐπιθεῖναι τοῖς οἰκοδομήμασιν. [2] ἔστι δὲ νεὼς ἔχων τὸ μὲν μῆκος πόδας τριακοσίους τεσσαράκοντα, τὸ δὲ πλάτος ἑξήκοντα, τὸ δὲ ὕψος ἑκατὸν εἴκοσι χωρὶς τοῦ κρηπιδώματος. μέγιστος δ᾽ ὢν τῶν ἐν Σικελίᾳ καὶ τοῖς ἐκτὸς οὐκ ἀλόγως ἂν συγκρίνοιτο κατὰ τὸ μέγεθος τῆς ὑποστάσεως: καὶ γὰρ εἰ μὴ τέλος λαβεῖν συνέβη τὴν ἐπιβολήν, γε προαίρεσις ὑπάρχει φανερά. [3] τῶν δ᾽ ἄλλων μετὰ περιτειχῶν τοὺς νεὼς οἰκοδομούντων κύκλῳ κίοσι τοὺς σηκοὺς περιλαμβανόντων, οὗτος ἑκατέρας τούτων μετέχει τῶν ὑποστάσεων: συνῳκοδομοῦντο γὰρ τοῖς τοίχοις οἱ κίονες, ἔξωθεν μὲν στρογγύλοι, τὸ δ᾽ ἐντὸς τοῦ νεὼ ἔχοντες τετράγωνον: καὶ τοῦ μὲν ἐκτὸς μέρους ἐστὶν αὐτῶν περιφέρεια ποδῶν εἴκοσι, καθ᾽ ἣν εἰς τὰ διαξύσματα δύναται ἀνθρώπινον ἐναρμόζεσθαι σῶμα, τὸ δ᾽ ἐντὸς ποδῶν δώδεκα. [4] τῶν δὲ στοῶν τὸ μέγεθος καὶ τὸ ὕψος ἐξαίσιον ἐχουσῶν, ἐν μὲν τῷ πρὸς ἕω μέρει τὴν γιγαντομαχίαν ἐποιήσαντο γλυφαῖς καὶ τῷ μεγέθει καὶ τῷ κάλλει διαφερούσαις, ἐν δὲ τῷ πρὸς δυσμὰς τὴν ἅλωσιν τῆς Τροίας, ἐν τῶν ἡρώων ἕκαστον ἰδεῖν ἔστιν οἰκείως τῆς περιστάσεως δεδημιουργημένον. [5] ἦν δὲ καὶ λίμνη κατ᾽ ἐκεῖνον τὸν χρόνον ἐκτὸς τῆς πόλεως χειροποίητος, ἔχουσα τὴν περίμετρον σταδίων ἑπτά, τὸ δὲ βάθος εἴκοσι πηχῶν: εἰς ἣν ἐπαγομένων ὑδάτων ἐφιλοτέχνησαν πλῆθος ἰχθύων ἐν αὐτῇ ποιῆσαι παντοίων εἰς τὰς δημοσίας ἑστιάσεις, μεθ᾽ ὧν συνδιέτριβον κύκνοι καὶ τῶν ἄλλων ὀρνέων πολὺ πλῆθος, ὥστε μεγάλην τέρψιν παρασκευάζειν τοῖς θεωμένοις. [6] δηλοῖ δὲ τὴν τρυφὴν αὐτῶν καὶ πολυτέλεια τῶν μνημείων, τινὰ μὲν τοῖς ἀθληταῖς ἵπποις κατεσκεύασαν, τινὰ δὲ τοῖς ὑπὸ τῶν παρθένων καὶ παίδων ἐν οἴκῳ τρεφομένοις ὀρνιθαρίοις, Τίμαιος ἑωρακέναι φησὶ μέχρι τοῦ καθ᾽ ἑαυτὸν βίου διαμένοντα. [7] καὶ κατὰ τὴν προτέραν δὲ ταύτης Ὀλυμπιάδα, δευτέραν ἐπὶ ταῖς ἐνενήκοντα, νικήσαντος Ἐξαινέτου Ἀκραγαντίνου, κατήγαγον αὐτὸν εἰς τὴν πόλιν ἐφ᾽ ἅρματος: συνεπόμπευον δ᾽ αὐτῷ χωρὶς τῶν ἄλλων συνωρίδες τριακόσιαι λευκῶν ἵππων, πᾶσαι παρ᾽ αὐτῶν τῶν Ἀκραγαντίνων. [8] καθόλου δὲ καὶ τὰς ἀγωγὰς εὐθὺς ἐκ παίδων ἐποιοῦντο τρυφεράς, τήν τ᾽ ἐσθῆτα μαλακὴν φοροῦντες καθ᾽ ὑπερβολὴν καὶ χρυσοφοροῦντες, ἔτι δὲ στλεγγίσι καὶ ληκύθοις ἀργυραῖς τε καὶ χρυσαῖς χρώμενοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: