previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

30. τί γὰρ τῶν αἰσχίστων οὐκ ἐβουλεύσαντο, τί δὲ τῶν δεινοτάτων οὐκ ἔπραξαν; πλεονεξίας ἴδιόν ἐστι τὸ ταῖς ἰδίαις εὐτυχίαις οὐκ ἀρκούμενον τῶν πόρρω κειμένων καὶ μηδὲν προσηκόντων ἐπιθυμεῖν: οὗτοι ταῦτ᾽ ἔπραξαν. εὐδαιμονέστατοι γὰρ ὄντες τῶν Ἑλλήνων, τὴν εὐτυχίαν ὥσπερ βαρὺ φορτίον οὐ φέροντες, τὴν πελάγει τηλικούτῳ διειργομένην Σικελίαν ἐπεθύμησαν κατακληρουχῆσαι, τοὺς ἐνοικοῦντας ἐξανδραποδισάμενοι. [2] δεινόν ἐστι μὴ προαδικηθέντας πόλεμον ἐπιφέρειν: καὶ τοῦτ᾽ ἐνήργησαν. φίλοι γὰρ ὄντες τὸν ἔμπροσθεν χρόνον, ἐξαίφνης ἀνελπίστως τηλικαύτῃ δυνάμει Συρακοσίους ἐπολιόρκησαν. [3] ὑπερηφάνων ἐστὶ τὸ τῶν μήπω κρατηθέντων προλαμβάνοντας τὴν τύχην καταψηφίζεσθαι τιμωρίαν: οὐδὲ τοῦτο παραλελοίπασι. πρὸ τοῦ γὰρ ἐπιβῆναι τῆς Σικελίας γνώμην ἐκύρωσαν Συρακοσίους μὲν καὶ Σελινουντίους ἐξανδραποδίσασθαι, τοὺς δὲ λοιποὺς διδόναι φόρους ἀναγκάζειν. ὅταν οὖν περὶ τοὺς αὐτοὺς ἀνθρώπους ὑπάρχῃ πλεονεξία, ἐπιβουλή, ὑπερηφανία, τίς ἂν νοῦν ἔχων αὐτοὺς ἐλεήσειεν; [4] ἐπεί τοί γε Ἀθηναῖοι πῶς ἐχρήσαντο Μιτυληναίοις; κρατήσαντες γὰρ αὐτῶν, ἀδικῆσαι μὲν οὐδὲν βουλομένων, ἐπιθυμούντων δὲ τῆς ἐλευθερίας, ἐψηφίσαντο τοὺς ἐν τῇ πόλει κατασφάξαι. [5] ὠμόν τε καὶ βάρβαρον τὸ πεπραγμένον. καὶ ταῦτα ἐξήμαρτον εἰς Ἕλληνας, εἰς συμμάχους, εἰς εὐεργέτας πολλάκις γεγενημένους. μὴ δὴ νῦν ἀγανακτούντων, εἰ τοιαῦτα πρὸς τοὺς ἄλλους πράξαντες αὐτοὶ παραπλησίας τεύξονται τιμωρίας: δικαιότατον γάρ ἐστιν, ὃν καθ᾽ ἑτέρων νόμον τις ἔθηκε, τούτῳ χρώμενον μὴ ἀγανακτεῖν. [6] καὶ τί λέγω Μηλίους, οὓς ἐκπολιορκήσαντες ἡβηδὸν ἀπέκτειναν, καὶ Σκιωναίους, οἳ συγγενεῖς ὄντες τῆς αὐτῆς Μηλίοις τύχης ἐκοινώνησαν; ὥστε δύο δήμους πρὸς Ἀττικὴν ὀργὴν ἐπταικότας οὐδὲ τοὺς κηδεύσοντας ἔχειν τὰ τῶν τετελευτηκότων σώματα. [7] οὐ Σκύθαι τοῦτ᾽ ἔπραξαν, ἀλλ᾽ προσποιούμενος φιλανθρωπίᾳ διαφέρειν δῆμος ψηφίσμασι τὰς πόλεις ἄρδην ἀνῄρηκεν. ἤδη λογίζεσθε, τί ἂν ἔπραξαν, εἰ τὴν τῶν Συρακοσίων πόλιν ἐξεπόρθησαν: οἱ γὰρ τοῖς οἰκείοις οὕτως ὠμῶς χρησάμενοι τοῖς μηδὲν προσήκουσι βαρυτέραν ἂν ἐξεῦρον τιμωρίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: