previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

27. ὅσοι μὲν γὰρ λόγου καὶ παιδείας ἐν τῇ πόλει μετεσχήκατε, δότε τὸν ἔλεον τοῖς τὴν πατρίδα κοινὸν παιδευτήριον παρεχομένοις πᾶσιν ἀνθρώποις: ὅσοι δὲ τῶν ἁγνοτάτων μυστηρίων μετειλήφατε, σώσατε τοὺς μυήσαντας, οἱ μὲν ἤδη μετεσχηκότες τῶν φιλανθρωπιῶν τὴν χάριν διδόντες τῆς εὐεργεσίας, οἱ δὲ μέλλοντες μεταλήψεσθαι μὴ παραιρούμενοι τῷ θυμῷ τὴν ἐλπίδα. [2] ποῖος γὰρ τόπος τοῖς ξένοις βάσιμος εἰς παιδείαν ἐλευθέριον τῆς Ἀθηναίων πόλεως ἀνῃρημένης; βραχὺ τὸ διὰ τὴν ἁμαρτίαν μῖσος, μεγάλα δὲ καὶ πολλὰ τὰ πρὸς εὔνοιαν αὐτοῖς εἰργασμένα. χωρὶς δὲ τῆς περὶ τὴν πόλιν ἐντροπῆς καὶ κατ᾽ ἰδίαν ἄν τις τοὺς αἰχμαλώτους ἐξετάζων εὕροι δικαίως ἐλέου τυγχάνοντας. οἱ μὲν γὰρ σύμμαχοι τῇ τῶν κρατούντων ὑπεροχῇ βιασθέντες ἠναγκάσθησαν συστρατεύειν. [3] διόπερ εἰ τοὺς ἐξ ἐπιβολῆς ἀδικήσαντας δίκαιόν ἐστι τιμωρεῖσθαι, τοὺς ἀκουσίως ἐξαμαρτάνοντας προσῆκον ἂν εἴη συγγνώμης ἀξιοῦν. τί λέγω Νικίαν, ὃς ἀπ᾽ ἀρχῆς τὴν πολιτείαν ὑπὲρ Συρακοσίων ἐνστησάμενος μόνος ἀντεῖπεν ὑπὲρ τῆς εἰς Σικελίαν στρατείας, ἀεὶ δὲ τῶν παρεπιδημούντων Συρακοσίων φροντίζων καὶ πρόξενος ὢν διατετέλεκεν; [4] ἄτοπον οὖν Νικίαν κολάζεσθαι τὸν ὑπὲρ ἡμῶν Ἀθήνησι πεπολιτευμένον, καὶ διὰ μὲν τὴν εἰς ἡμᾶς εὔνοιαν μὴ τυχεῖν φιλανθρωπίας, διὰ δὲ τὴν ἐν τοῖς κοινοῖς ὑπηρεσίαν ἀπαραιτήτῳ περιπεσεῖν τιμωρίᾳ, καὶ τὸν μὲν ἐπαγαγόντα τὸν πόλεμον ἐπὶ Συρακοσίους Ἀλκιβιάδην ἅμα καὶ παρ᾽ ἡμῶν καὶ παρ᾽ Ἀθηναίων ἐκφυγεῖν τὴν τιμωρίαν, τὸν δ᾽ ὁμολογουμένως φιλανθρωπότατον Ἀθηναίων γεγενημένον μηδὲ τοῦ κοινοῦ τυχεῖν ἐλέου. [5] διόπερ ἔγωγε τὴν τοῦ βίου μεταβολὴν θεωρῶν ἐλεῶ τὴν τύχην. πρότερον μὲν γὰρ ἐν τοῖς ἐπισημοτάτοις τῶν Ἑλλήνων ὑπάρχων καὶ διὰ τὴν καλοκἀγαθίαν ἐπαινούμενος μακαριστὸς ἦν καὶ περίβλεπτος κατὰ πᾶσαν πόλιν: [6] νυνὶ δ᾽ ἐξηγκωνισμένος καὶ ἐν ἀσχήμονί χιτῶνι προσόψει τῶν τῆς αἰχμαλωσίας οἰκτρῶν πεπείραται, καθαπερεὶ τῆς τύχης ἐν τῷ τούτου βίῳ τὴν ἑαυτῆς δύναμιν ἐπιδείξασθαι βουλομένης. ἧς τὴν εὐημερίαν ἀνθρωπίνως ἡμᾶς ὑπενεγκεῖν προσήκει καὶ μὴ βάρβαρον ὠμότητα πρὸς ὁμοεθνεῖς ἀνθρώπους ἐνδείξασθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: