previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1.

εἰ μὲν ὅμοια τοῖς ἄλλοις ἱστορίαν ἐπραγματευόμεθα, σχεδὸν ἦν ἐν τῷ προοιμίῳ περί τινων διαλεχθέντας ἐφ᾽ ὅσον ἦν εὔκαιρον, οὕτως ἐπὶ τὰς συνεχεῖς πράξεις μεταβιβάζειν τὸν λόγον: ὀλίγον γὰρ χρόνον ἀπολαβόντες τῇ γραφῇ, τὴν ἀναστροφὴν ἂν εἴχομεν τὸν ἀπὸ τῶν προοιμίων καρπὸν προσλαμβάνεσθαι: [2] ἐπεὶ δὲ ἐν ὀλίγαις βίβλοις ἐπηγγειλάμεθα μὴ μόνον τὰς πράξεις ἐφ᾽ ὅσον ἂν δυνώμεθα γράψειν, ἀλλὰ καὶ περιλήψεσθαι χρόνον πλείονα τῶν χιλίων καὶ ἑκατὸν ἐτῶν, ἀναγκαῖόν ἐστι τὸν πολὺν λόγον τῶν προοιμίων παραπέμψαντας ἐπ᾽ αὐτὰς ἔρχεσθαι τὰς πράξεις, τοῦτο μόνον προειπόντας, ὅτι κατὰ μὲν τὰς προηγουμένας ἓξ βίβλους ἀνεγράψαμεν τὰς ἀπὸ τῶν Τρωικῶν πράξεις ἕως εἰς τὸν ὑπὸ τῶν Ἀθηναίων ψηφισθέντα πόλεμον ἐπὶ Συρακοσίους, εἰς ὃν ἀπὸ Τροίας ἁλώσεως ἐστὶν ἔτη ἑπτακόσια ἑξήκοντα ὀκτώ: [3] ἐν ταύτῃ δὲ προσαναπληροῦντες τὸν συνεχῆ χρόνον, ἀρξόμεθα μὲν ἀπὸ τῆς ἐπὶ Συρακοσίους στρατείας, καταλήξομεν δ᾽ ἐπὶ τὴν ἀρχὴν τοῦ δευτέρου πολέμου Καρχηδονίοις πρὸς Διονύσιον τὸν Συρακοσίων τύραννον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: