previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

21. δὲ Γέλων καὶ αὐτὸς ἡτοιμακὼς ἦν τὴν δύναμιν, πυθόμενος δὲ τὴν τῶν Ἱμεραίων ἀθυμίαν ἀνέζευξεν ἐκ τῶν Συρακουσῶν κατὰ σπουδήν, ἔχων πεζοὺς μὲν οὐκ ἐλάττους τῶν πεντακισμυρίων, ἱππεῖς δὲ ὑπὲρ τοὺς πεντακισχιλίους. διανύσας δὲ ταχέως τὴν ὁδὸν καὶ πλησιάσας τῇ πόλει τῶν Ἱμεραίων, ἐποίησε θαρρεῖν τοὺς πρότερον καταπεπληγμένους τὰς τῶν Καρχηδονίων δυνάμεις. [2] αὐτὸς μὲν γὰρ στρατοπεδείαν οἰκείαν βαλόμενος τῶν περὶ τὴν πόλιν τόπων, ταύτην μὲν ὠχύρωσε τάφρῳ βαθείᾳ καὶ χαρακώματι περιλαβών, τοὺς δ᾽ ἱππεῖς ἅπαντας ἐξαπέστειλεν ἐπὶ τοὺς κατὰ τὴν χώραν πλανωμένους τῶν πολεμίων καὶ περὶ τὰς ὠφελείας διατρίβοντας. οὗτοι δὲ παραδόξως ἐπιφανέντες διεσπαρμένοις ἀτάκτως κατὰ τὴν χώραν, τοσούτους ἀνῆγον αἰχμαλώτους ὅσους ἕκαστος ἄγειν ἠδύνατο. εἰσαχθέντων δὲ αἰχμαλώτων εἰς τὴν πόλιν πλειόνων μυρίων, μὲν Γέλων μεγάλης ἀποδοχῆς ἐτύγχανεν, οἱ δὲ κατὰ τὴν Ἱμέραν κατεφρόνησαν τῶν πολεμίων. [3] ἀκόλουθα δὲ τούτοις πράττων μὲν Γέλων ἁπάσας τὰς πύλας, ἃς διὰ φόβον πρότερον ἐνῳκοδόμησαν οἱ περὶ Θήρωνα, ταύτας τοὐναντίον διὰ τὴν καταφρόνησιν ἐξῳκοδόμησε, καὶ ἄλλας προσκατεσκεύασε, δι᾽ ὧν ἦν εὐχρηστεῖσθαι πρὸς τὰς κατεπειγούσας χρείας. καθόλου δὲ Γέλων στρατηγίᾳ καὶ συνέσει διαφέρων εὐθὺς ἐζήτει, δι᾽ οὗ τρόπου καταστρατηγήσας τοὺς βαρβάρους ἀκινδύνως αὐτῶν ἄρδην ἀνελεῖ τὴν δύναμιν. συνεβάλετο δὲ αὐτῷ καὶ τὸ αὐτόματον πρὸς τὴν ἐπίνοιαν μεγάλα, τοιαύτης γενομένης περιστάσεως. [4] κρίναντος αὐτοῦ τὰς τῶν πολεμίων ναῦς ἐμπρῆσαι, καὶ τοῦ Ἀμίλκα διατρίβοντος μὲν κατὰ τὴν ναυτικὴν στρατοπεδείαν, παρασκευαζομένου δὲ θύειν τῷ Ποσειδῶνι μεγαλοπρεπῶς, ἧκον ἀπὸ τῆς χώρας ἱππεῖς ἄγοντες πρὸς τὸν Γέλωνα βιβλιαφόρον ἐπιστολὰς κομίζοντα παρὰ Σελινουντίων, ἐν αἷς ἦν γεγραμμένον, ὅτι πρὸς ἣν ἔγραψεν ἡμέραν Ἀμίλκας ἀποστεῖλαι τοὺς ἱππεῖς, πρὸς αὐτὴν ἐκπέμψουσιν. [5] οὔσης δὲ τῆς ἡμέρας ταύτης καθ᾽ ἣν ἔμελλε συντελεῖν τὴν θυσίαν Ἀμίλκας, κατὰ ταύτην Γέλων ἀπέστειλεν ἰδίους ἱππεῖς, οἷς ἦν προστεταγμένον περιελθεῖν τοὺς πλησίον τόπους καὶ προσελαύνειν ἅμ᾽ ἡμέρᾳ πρὸς τὴν ναυτικὴν στρατοπεδείαν, ὡς ὄντας Σελινουντίων συμμάχους, γενομένους δ᾽ ἐντὸς τοῦ ξυλίνου τείχους τὸν μὲν Ἀμίλκαν ἀποκτεῖναι, τὰς δὲ ναῦς ἐμπρῆσαι. ἐξέπεμψε δὲ καὶ σκοποὺς εἰς τοὺς ὑπερκειμένους λόφους, οἷς προσέταξεν, ὅταν ἴδωσι τοὺς ἱππεῖς γενομένους ἐντὸς τοῦ τείχους, ἆραι τὸ σύσσημον. αὐτὸς δ᾽ ἅμ᾽ ἡμέρᾳ τὴν δύναμιν διατεταχὼς ἀνέμενε τὴν ἀπὸ τῶν σκοπῶν ἐσομένην δήλωσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: