Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
ὑπενοοῦμεν γάρ, ὦ ἄνδρες δικασταί, ἥξειν τινὰς ἀμφισβητήσοντας τῶν τοῦ Κόμωνος καὶ ἑτέρους: οἷον καὶ ὁ ἐμὸς ἀδελφὸς ὁ ὁμοπάτριος, ὁμομήτριος δ᾽ οὔ, ὃς ἀπεδήμει, καὶ εἰ δή τις ἄλλος ἐβούλετ᾽ ἀμφισβητεῖν, οὐκ ἦν ἡμῖν κωλύειν: οἱ γὰρ νόμοι κελεύουσι τὸν βουλόμενον ἀμφισβητεῖν. ταῦτα δὴ πάντα προνοούμενοι ἐγράψαμεν τὰς συνθήκας καὶ ὅρκους ὠμόσαμεν, ὅπως ἂν μήτε ἑκόντι μήτε ἄκοντι μηδετέρῳ ἐξουσία ἡμῶν γένηται μηδ᾽ ὁτιοῦν ἰδίᾳ πρᾶξαι, ἀλλὰ κοινῇ βουλευόμενοι μεθ᾽ ἡμῶν αὐτῶν ἅπαντα πράττωμεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.