This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[33]
ἔστιν οὖν ὅστις ἂν τοῦ ξύλου καὶ τοῦ χωρίου καὶ τῶν γραμματείων τοσαύτην ὑπέμεινε φέρειν μίσθωσιν; ἔστι δ᾽ ὅστις ἄν, δι᾽ ὃν ὠφειλήκει τοσαῦτα χρήμαθ᾽ ἡ τράπεζα, τούτῳ τὰ λοίπ᾽ ἐπέτρεψεν; εἰ γὰρ ἐνεδέησεν τοσούτων χρημάτων, τούτου διοικοῦντος ἐνεδέησεν. ἴστε γὰρ πάντες, καὶ ὅτ᾽ ἦν ὁ πατὴρ ἐπὶ τοῦ τραπεζιτεύειν, τοῦτον καθήμενον καὶ διοικοῦντ᾽ ἐπὶ τῇ τραπέζῃ, ὥστ᾽ ἐν τῷ μυλῶνι προσῆκεν αὐτὸν εἶναι μᾶλλον ἢ τῶν λοιπῶν κύριον γενέσθαι. ἀλλ᾽ ἐῶ ταῦτα καὶ τἄλλ᾽ ὅσ᾽ ἂν περὶ τῶν ἕνδεκα ταλάντων ἔχοιμ᾽ εἰπεῖν, ὡς οὐκ ὤφειλεν ὁ πατήρ, ἀλλ᾽ οὗτος ὑφῄρηται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.