This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
ἐμὸν ἦν τὸ προκαλεῖσθαι καὶ κελεύειν ἀνοίγειν ταύτην, ἵν᾽ εἰ μὲν ἄλλ᾽ ἄττα τῶν ὑπὸ τούτων μεμαρτυρημένων ἦν τἀκεῖ γεγραμμένα, μάρτυρας εὐθὺς τῶν περιεστηκότων πολλοὺς ποιησάμενος τεκμηρίῳ τούτῳ καὶ περὶ τῶν ἄλλων, ὡς κατασκευάζουσιν, ἐχρώμην: εἰ δὲ ταὔτ᾽ ἐνῆν, τὸν παρασχόντ᾽ αὐτὸν ἠξίουν μαρτυρεῖν. ἐθελήσαντος μέν γ᾽ ὑπεύθυνον ἐλάμβανον, εἰ δ᾽ ἔφευγε, πάλιν αὐτὸ τοῦθ᾽ ἱκανὸν τεκμήριον ἦν μοι τοῦ πεπλάσθαι τὸ πρᾶγμα. καὶ δὴ καὶ συνέβαινεν ἐκείνως μὲν ἕν᾽ εἶναι πρὸς ὃν τὰ πράγματ᾽ ἐγίγνετό μοι, ὡς δ᾽ οὗτοι μεμαρτυρήκασι, πρὸς πολλούς. ἔστιν οὖν ὅστις ἂν ὑμῶν ταῦθ᾽ εἵλετο; ἐγὼ μὲν οὐδέν᾽ ἡγοῦμαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.