Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[53]
εἰ τοίνυν τις ἔροιθ᾽ ὑμᾶς ποτέροις μᾶλλον ἂν εἰκότως ποιήσαιθ᾽ ὁτιοῦν, τοῖς δεομένοις ἢ τοῖς ἐπιτάττουσιν, οἶδ᾽ ὅτι φήσαιτ᾽ ἂν τοῖς δεομένοις: τὸ μὲν γὰρ χρηστῶν, τὸ δ᾽ ἀνάνδρων ἀνθρώπων ἔργον ἐστίν. οὐκοῦν οἱ νόμοι μὲν ἅπαντες προστάττουσιν ἃ χρὴ ποιεῖν, οἱ τιθέντες δὲ τὰς ἱκετηρίας δέονται. εἰ τοίνυν ἱκετεύειν οὐκ ἔξεστιν, ἦ που νόμον γ᾽ ἐπίταγμ᾽ ἔχοντ᾽ εἰσφέρειν; ἐγὼ μὲν οὐκ οἶμαι. καὶ γὰρ αἰσχρὸν περὶ ὧν μηδὲ χαρίζεσθαι δεῖν ὑπειλήφατε, περὶ τούτων ἀκόντων ὑμῶν ἐᾶν ἅ τινες βούλονται πραχθῆναι.λέγε τὸν μετὰ τοῦτον ἐφεξῆς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.