Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[251]
ναί, φησίν, ἀλλὰ τὸ τοῦ Κεφάλου καλόν, τὸ μηδεμίαν γραφὴν φυγεῖν. καὶ νὴ Δί᾽ εὔδαιμόν γε. ἀλλὰ τί μᾶλλον ὁ πολλάκις μὲν φυγών, μηδεπώποτε δ᾽ ἐξελεγχθεὶς ἀδικῶν ἐν ἐγκλήματι γίγνοιτ᾽ ἂν διὰ τοῦτο δικαίως; καίτοι πρός γε τοῦτον, ἄνδρες Ἀθηναῖοι, καὶ τὸ τοῦ Κεφάλου καλὸν εἰπεῖν ἔστι μοι. οὐδεμίαν γὰρ πώποτ᾽ ἐγράψατό μ᾽ οὐδ᾽ ἐδίωξε γραφήν, ὥσθ᾽ ὑπὸ σοῦ γ᾽ ὡμολόγημαι μηδὲν εἶναι τοῦ Κεφάλου χείρων πολίτης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.