Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
οὐδὲ Μαύσωλον ζῶντα, οὐδὲ τελευτήσαντος ἐκείνου τὴν Ἀρτεμισίαν οὐδείς ἐσθ᾽ ὁ διδάξων μὴ καταλαμβάνειν Κῶν καὶ Ῥόδον καὶ ἄλλας ἑτέρας πόλεις Ἑλληνίδας, ὧν βασιλεὺς ὁ 'κείνων δεσπότης ἐν ταῖς συνθήκαις ἀπέστη τοῖς Ἕλλησι, καὶ περὶ ὧν πολλοὺς κινδύνους καὶ καλοὺς ἀγῶνας οἱ κατ᾽ ἐκείνους τοὺς χρόνους Ἕλληνες ἐποιήσαντο. εἰ δ᾽ ἄρα καὶ λέγει τις ἀμφοτέροις αὐτοῖς, ἀλλ᾽ οἵ γε πεισόμενοι τούτοις, ὡς ἔοικεν, οὐκ εἰσίν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.