Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[36]
τίς γὰρ οὐκ οἶδεν αὐτῶν ὅτι, τέως μὲν κοινὸν ἐχθρὸν ἐκεῖνον ὑπειληφότες ὡμονόουν ἀλλήλοις, πολλῶν ἀγαθῶν ἦσαν κύριοι, ἐπειδὴ δὲ φίλον αὐτὸν νομίσαντες αὑτοῖς ὑπάρχειν περὶ τῶν πρὸς ἑαυτοὺς διηνέχθησαν διαφόρων, ὅσ᾽ ἂν οὐδὲ καταρώμενος εὗρέ τις αὐτοῖς, τοσαῦτα πεπόνθασι κακά; εἶθ᾽ ὃν ἡ τύχη καὶ τὸ δαιμόνιον φίλον μὲν ἀλυσιτελῆ, συμφέροντα δ᾽ ἐχθρὸν ἐμφανίζει, τοῦτον ἡμεῖς φοβώμεθα; μηδαμῶς: ἀλλὰ μηδ᾽ ἀδικῶμεν, αὐτῶν ἡμῶν εἵνεκα καὶ τῆς τῶν ἄλλων Ἑλλήνων ταραχῆς καὶ ἀπιστίας:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.