Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[26]
σκέψασθε δ᾽ ἅ τις κεφάλαι᾽ ἂν ἔχοι τῶν πραγμάτων εἰπεῖν τῶν τ᾽ ἐκείνοις πεπραγμένων καὶ τῶν ὑμῖν, ἂν ἄρ᾽ ὑμῶν αὐτῶν ἀλλ᾽ ἐκ τούτων γε δύνησθε γενέσθαι. πέντε μὲν καὶ τετταράκοντ᾽ ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων ἐκεῖνοι, πλείω δ᾽ ἢ μύρια τάλαντ᾽ εἰς τὴν ἀκρόπολιν ἀνήγαγον, πολλὰ δὲ καὶ καλὰ καὶ πεζῇ καὶ ναυμαχοῦντες ἔστησαν τρόπαια, ἐφ᾽ οἷς ἔτι καὶ νῦν ἡμεῖς φιλοτιμούμεθα. καίτοι νομίζετ᾽ αὐτοὺς ταῦτα στῆσαι, οὐχ ἵνα θαυμάζωμεν ἡμεῖς θεωροῦντες αὐτά, ἀλλ᾽ ἵνα καὶ μιμώμεθα τὰς τῶν ἀναθέντων ἀρετάς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.