Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
ὁρᾶτ᾽ οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦθ᾽ οὕτως, ὅπως καὶ τὰ πράγματ᾽ ἐνδέχεται καὶ δυνήσεσθ᾽ ἐξιέναι καὶ μισθὸν ἕξετε. οὔ τοι σωφρόνων οὐδὲ γενναίων ἐστὶν ἀνθρώπων, ἐλλείποντάς τι δι᾽ ἔνδειαν χρημάτων τῶν τοῦ πολέμου εὐχερῶς τὰ τοιαῦτ᾽ ὀνείδη φέρειν, οὐδ᾽ ἐπὶ μὲν Κορινθίους καὶ Μεγαρέας ἁρπάσαντας τὰ ὅπλα πορεύεσθαι, Φίλιππον δ᾽ ἐᾶν πόλεις Ἑλληνίδας ἀνδραποδίζεσθαι δι᾽ ἀπορίαν ἐφοδίων τοῖς στρατευομένοις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.