Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔδει μέν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δίκαιον ἦν τότε πείθειν ὑμᾶς ὅ τι ἄριστον ἕκαστος ἡγεῖτο, ὅτ᾽ ἐβουλεύεσθε τὸ πρῶτον περὶ τούτων, ἵνα μὴ συνέβαινεν ἃ δὴ δύο πάντων ἐστὶν ἀλυσιτελέστατα τῇ πόλει, μήτε πέρας μηδὲν εἶχεν τῶν ὑμῖν δοξάντων, παρανοίας θ᾽ ὑμεῖς κατεγιγνώσκεθ᾽ ὑμῶν αὐτῶν μεταβουλευόμενοι. ἐπειδὴ δὲ σιωπήσαντες τότε νῦν ἐπιτιμῶσί τινες, βούλομαι μικρὰ πρὸς αὐτοὺς εἰπεῖν.