previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

9.

μετὰ δὲ ταῦτα λέγωμεν περὶ ἀρετῆς καὶ κακίας καὶ καλοῦ καὶ αἰσχροῦ: οὗτοι γὰρ σκοποὶ τῷ ἐπαινοῦντι καὶ ψέγοντι:
συμβήσεται γὰρ ἅμα περὶ τούτων λέγοντας κἀκεῖνα δηλοῦν ἐξ ὧν ποιοί τινες ὑποληφθησόμεθα κατὰ τὸ ἦθος, ἥπερ ἦν δευτέρα πίστις: ἐκ τῶν αὐτῶν γὰρ ἡμᾶς τε καὶ ἄλλον ἀξιόπιστον δυνησόμεθα ποιεῖν πρὸς ἀρετήν. [2] ἐπεὶ δὲ συμβαίνει καὶ χωρὶς σπουδῆς καὶ μετὰ σπουδῆς ἐπαινεῖν πολλάκις οὐ μόνον
ἄνθρωπον θεὸν ἀλλὰ καὶ ἄψυχα καὶ τῶν ἄλλων ζῴων τὸ τυχόν, τὸν αὐτὸν τρόπον καὶ περὶ τούτων ληπτέον τὰς προτάσεις, ὥστε ὅσον παραδείγματος χάριν εἴπωμεν καὶ περὶ τούτων. [3]

καλὸν μὲν οὖν ἐστιν ἂν δι᾽ αὑτὸ αἱρετὸν ὂν ἐπαινετὸν , ἂν ἀγαθὸν ὂν ἡδὺ , ὅτι ἀγαθόν: εἰ δὲ
τοῦτό ἐστι τὸ καλόν, ἀνάγκη τὴν ἀρετὴν καλὸν εἶναι: ἀγαθὸν γὰρ ὂν ἐπαινετόν ἐστιν. [4] ἀρετὴ δ᾽ ἐστὶ μὲν δύναμις ὡς δοκεῖ ποριστικὴ ἀγαθῶν καὶ φυλακτική, καὶ δύναμις εὐεργετικὴ πολλῶν καὶ μεγάλων, καὶ πάντων περὶ πάντα: [5]
μέρη δὲ ἀρετῆς δικαιοσύνη, ἀνδρεία, σωφροσύνη, μεγαλοπρέπεια, μεγαλοψυχία, ἐλευθεριότης, φρόνησις, σοφία. [6] ἀνάγκη δὲ μεγίστας εἶναι ἀρετὰς τὰς τοῖς ἄλλοις χρησιμωτάτας, εἴπερ ἐστὶν ἀρετὴ δύναμις εὐεργετική,
καὶ διὰ τοῦτο τοὺς δικαίους καὶ ἀνδρείους μάλιστα τιμῶσιν: μὲν γὰρ ἐν πολέμῳ, δὲ καὶ ἐν πολέμῳ καὶ ἐν εἰρήνῃ χρήσιμος ἄλλοις. εἶτα ἐλευθεριότης: προΐενται γὰρ καὶ οὐκ ἀνταγωνίζονται περὶ τῶν χρημάτων, ὧν μάλιστα ἐφίενται ἄλλοι. [7] ἔστι δὲ δικαιοσύνη μὲν ἀρετὴ δι᾽ ἣν τὰ αὑτῶν
ἕκαστοι ἔχουσι, καὶ ὡς νόμος: ἀδικία δὲ δι᾽ ἣν τὰ ἀλλότρια, οὐχ ὡς νόμος. [8] ἀνδρεία δὲ δι᾽ ἣν πρακτικοί εἰσι τῶν καλῶν ἔργων ἐν τοῖς κινδύνοις, καὶ ὡς νόμος κελεύει, καὶ ὑπηρετικοὶ τῷ νόμῳ: δειλία δὲ τοὐναντίον. [9] σωφροσύνη δὲ ἀρετὴ δι᾽ ἣν πρὸς τὰς ἡδονὰς τὰς τοῦ σώματος οὕτως ἔχουσιν
ὡς νόμος κελεύει: ἀκολασία δὲ τοὐναντίον. [10] ἐλευθεριότης δὲ περὶ χρήματα εὐποιητική, ἀνελευθερία δὲ τοὐναντίον. [11] μεγαλοψυχία δὲ ἀρετὴ μεγάλων ποιητικὴ εὐεργετημάτων μικροψυχία δὲ τοὐναντίον, [12] μεγαλοπρέπεια δὲ ἀρετὴ ἐν δαπανήμασι μεγέθους ποιητική, μικροψυχία δὲ καὶ μικροπρέπεια
τἀναντία. [13] φρόνησις δ᾽ ἐστὶν ἀρετὴ διανοίας καθ᾽ ἣν εὖ βουλεύεσθαι δύνανται περὶ ἀγαθῶν καὶ κακῶν τῶν εἰρημένων εἰς εὐδαιμονίαν. [14]

περὶ μὲν οὖν ἀρετῆς καὶ κακίας καθόλου καὶ περὶ τῶν μορίων εἴρηται κατὰ τὸν ἐνεστῶτα καιρὸν ἱκανῶς, περὶ δὲ τῶν
ἄλλων οὐ χαλεπὸν ἰδεῖν: φανερὸν γὰρ ὅτι ἀνάγκη τά τε ποιητικὰ τῆς ἀρετῆς εἶναι καλάπρὸς ἀρετὴν γάρκαὶ τὰ ἀπ᾽ ἀρετῆς γινόμενα, τοιαῦτα δὲ τά τε σημεῖα τῆς ἀρετῆς καὶ τὰ ἔργα: [15] ἐπεὶ δὲ τὰ σημεῖα καὶ τὰ τοιαῦτα ἐστιν ἀγαθοῦ ἔργα πάθη καλά, ἀνάγκη ὅσα τε ἀνδρείας ἔργα σημεῖα ἀνδρείας
ἀνδρείως πέπρακται καλὰ εἶναι, καὶ τὰ δίκαια καὶ τὰ δικαίως ἔργαπάθη δὲ οὔ: ἐν μόνῃ γὰρ ταύτῃ τῶν ἀρετῶν οὐκ ἀεὶ τὸ δικαίως καλόν, ἀλλ᾽ ἐπὶ τοῦ ζημιοῦσθαι αἰσχρὸν τὸ δικαίως μᾶλλον τὸ ἀδίκως), καὶ κατὰ τὰς ἄλλας δὲ ἀρετὰς ὡσαύτως. [16] καὶ ἐφ᾽ ὅσοις τὰ ἆθλα
τιμή, καλά. καὶ ἐφ᾽ ὅσοις τιμὴ μᾶλλον χρήματα. καὶ ὅσα μὴ αὑτοῦ ἕνεκα πράττει τις τῶν αἱρετῶν, [17] καὶ τὰ ἁπλῶς ἀγαθά, ὅσα τε ὑπὲρ πατρίδος τις ἐποίησεν παριδὼν τὸ αὑτοῦ, καὶ τὰ τῇ φύσει ἀγαθά, καὶ μὴ αὐτῷ ἀγαθά:
αὑτοῦ γὰρ ἕνεκα τὰ τοιαῦτα. [18] καὶ ὅσα τεθνεῶτι ἐνδέχεται ὑπάρχειν μᾶλλον ζῶντι: τὸ γὰρ αὑτοῦ ἕνεκα μᾶλλον ἔχει τὰ ζῶντι. [19] καὶ ὅσα ἔργα τῶν ἄλλων ἕνεκα: ἧττον γὰρ αὑτοῦ. καὶ ὅσαι εὐπραγίαι περὶ ἄλλους ἀλλὰ
μὴ περὶ αὑτόν, καὶ αἱ περὶ τοὺς εὖ ποιήσαντας: δίκαιον γάρ. καὶ τὰ εὐεργετήματα: οὐ γὰρ εἰς αὑτόν. [20] καὶ τὰ ἐναντία ἐφ᾽ οἷς αἰσχύνονται: τὰ γὰρ αἰσχρὰ αἰσχύνονται καὶ λέγοντες καὶ ποιοῦντες καὶ μέλλοντες, ὥσπερ καὶ Σαπφὼ πεποίηκεν, εἰπόντος τοῦ Ἀλκαίου
θέλω τι εἰπῆν, ἀλλά με κωλύει
αἰδώς,

Alcaeus fr. 55αἱ δ᾽ ἦχες ἐσθλῶν ἵμερον καλῶν
καὶ μή τι εἰπῆν γλῶσσ᾽ ἐκύκα κακόν
αἰδώς κέν σε οὐκ εἶχεν ὄμματ᾽,
ἀλλ᾽ ἔλεγες περὶ τῶ δικαίω.

Sappho fr. 28 [21] καὶ περὶ ὧν ἀγωνιῶσι μὴ φοβούμενοι: περὶ γὰρ τῶν πρὸς δόξαν φερόντων ἀγαθῶν τοῦτο πάσχουσιν. [22] καὶ αἱ τῶν φύσει σπουδαιοτέρων ἀρεταὶ καλλίους καὶ τὰ ἔργα, οἷον ἀνδρὸς γυναικός. [23] καὶ αἱ ἀπολαυστικαὶ ἄλλοις μᾶλλον αὐτοῖς: διὸ τὸ δίκαιον καὶ δικαιοσύνη καλόν.
[24] καὶ τὸ τοὺς ἐχθροὺς τιμωρεῖσθαι καὶ μὴ καταλλάττεσθαι: τό τε γὰρ ἀνταποδιδόναι δίκαιον, τὸ δὲ δίκαιον καλόν, καὶ ἀνδρείου τὸ μὴ ἡττᾶσθαι. [25] καὶ νίκη καὶ τιμὴ τῶν καλῶν: αἱρετά τε γὰρ ἄκαρπα ὄντα, καὶ ὑπεροχὴν ἀρετῆς δηλοῖ. καὶ τὰ
μνημονευτά, καὶ τὰ μᾶλλον μᾶλλον. καὶ μὴ ζῶντι ἕπεται, καὶ οἷς τιμὴ ἀκολουθεῖ, καὶ τὰ περιττά, καὶ τὰ μόνῳ ὑπάρχοντα, καλλίω: εὐμνημονευτότερα γάρ. [26] καὶ κτήματα ἄκαρπα: ἐλευθεριώτερα γάρ. καὶ τὰ παρ᾽ ἑκάστοις δὲ ἴδια καλά, καὶ ὅσα σημεῖά ἐστιν τῶν παρ᾽ ἑκάστοις
ἐπαινουμένων, οἷον ἐν Λακεδαίμονι κομᾶν καλόν: ἐλευθέρου γὰρ σημεῖον: οὐ γάρ ἐστιν κομῶντα ῥᾴδιον οὐδὲν ποιεῖν ἔργον θητικόν. [27] καὶ τὸ μηδεμίαν ἐργάζεσθαι βάναυσον τέχνην: ἐλευθέρου γὰρ τὸ μὴ πρὸς ἄλλον ζῆν. [28] ληπτέον δὲ καὶ τὰ σύνεγγυς τοῖς ὑπάρχουσιν ὡς ταὐτὰ ὄντα καὶ πρὸς ἔπαινον
καὶ πρὸς ψόγον, οἷον τὸν εὐλαβῆ ψυχρὸν καὶ ἐπίβουλον καὶ τὸν ἠλίθιον χρηστὸν τὸν ἀνάλγητον πρᾶον, [29] καὶ ἕκαστον δ᾽ ἐκ τῶν παρακολουθούντων ἀεὶ κατὰ τὸ βέλτιστον, οἷον τὸν ὀργίλον καὶ τὸν μανικὸν ἁπλοῦν καὶ τὸν αὐθάδη μεγαλοπρεπῆ καὶ σεμνόν,
καὶ τοὺς ἐν ταῖς ὑπερβολαῖς ὡς ἐν ταῖς ἀρεταῖς ὄντας, οἷον τὸν θρασὺν ἀνδρεῖον καὶ τὸν ἄσωτον ἐλευθέριον: δόξει τε γὰρ τοῖς πολλοῖς, καὶ ἅμα παραλογιστικὸν ἐκ τῆς αἰτίας. εἰ γὰρ οὗ μὴ ἀνάγκη κινδυνευτικός,
πολλῷ μᾶλλον ἂν δόξειεν ὅπου καλόν, καὶ εἰ προετικὸς τοῖς τυχοῦσι, καὶ τοῖς φίλοις: ὑπερβολὴ γὰρ ἀρετῆς τὸ πάντας εὖ ποιεῖν. [30] σκοπεῖν δὲ καὶ παρ᾽ οἷς ἔπαινος: ὥσπερ γὰρ Σωκράτης ἔλεγεν, οὐ χαλεπὸν Ἀθηναίους ἐν Ἀθηναίοις ἐπαινεῖν. δεῖ δὲ τὸ παρ᾽ ἑκάστοις τίμιον
ὂν λέγειν ὡς ὑπάρχει, οἷον ἐν Σκύθαις Λάκωσιν φιλοσόφοις. καὶ ὅλως δὲ τὸ τίμιον ἄγειν εἰς τὸ καλόν, ἐπείπερ γε δοκεῖ γειτνιᾶν. [31] καὶ ὅσα κατὰ τὸ προσῆκον, οἷον εἰ ἄξια τῶν προγόνων καὶ τῶν προϋπηργμένων: εὐδαιμονικὸν γὰρ καὶ καλὸν καὶ τὸ προσεπικτᾶσθαι τιμήν. καὶ εἰ παρὰ τὸ προσῆκον
ἐπὶ δὲ τὸ βέλτιον καὶ τὸ κάλλιον, οἷον εἰ εὐτυχῶν μὲν μέτριος, ἀτυχῶν δὲ μεγαλόψυχος, μείζων γιγνόμενος βελτίων καὶ καταλλακτικώτερος. τοιοῦτον δὲ τὸ τοῦ Ἰφικράτους, “ἐξ οἵων εἰς οἷα”, καὶ τὸ τοῦ Ὀλυμπιονίκουπρόσθε μὲν ἀμφ᾽ ὤμοισιν ἔχων τραχεῖαν,


καὶ τὸ τοῦ Σιμωνίδου πατρός τε καὶ ἀνδρὸς ἀδελφῶν τ᾽ οὖσα τυράννων.

[32] ἐπεὶ δ᾽ ἐκ τῶν πράξεων ἔπαινος, ἴδιον δὲ τοῦ σπουδαίου τὸ κατὰ προαίρεσιν, πειρατέον δεικνύναι πράττοντα κατὰ προαίρεσιν, χρήσιμον δὲ τὸ πολλάκις φαίνεσθαι πεπραχότα:
διὸ καὶ τὰ συμπτώματα καὶ τὰ ἀπὸ τύχης ὡς ἐν προαιρέσει ληπτέον: ἂν γὰρ πολλὰ καὶ ὅμοια προφέρηται, σημεῖον ἀρετῆς εἶναι δόξει καὶ προαιρέσεως. [33]

ἔστιν δ᾽ ἔπαινος λόγος ἐμφανίζων μέγεθος ἀρετῆς. δεῖ οὖν τὰς πράξεις ἐπιδεικνύναι ὡς τοιαῦται. τὸ δ᾽ ἐγκώμιον τῶν ἔργων
ἐστίντὰ δὲ κύκλῳ εἰς πίστιν, οἷον εὐγένεια καὶ παιδεία: εἰκὸς γὰρ ἐξ ἀγαθῶν ἀγαθοὺς καὶ τὸν οὕτω τραφέντα τοιοῦτον εἶναι), διὸ καὶ ἐγκωμιάζομεν πράξαντας. τὰ δ᾽ ἔργα σημεῖα τῆς ἕξεώς ἐστιν, ἐπεὶ ἐπαινοῖμεν ἂν καὶ μὴ πεπραγότα, εἰ πιστεύοιμεν εἶναι τοιοῦτον. [34] μακαρισμὸς δὲ καὶ
εὐδαιμονισμὸς αὑτοῖς μὲν ταὐτά, τούτοις δ᾽ οὐ ταὐτά, ἀλλ᾽ ὥσπερ εὐδαιμονία τὴν ἀρετήν, καὶ εὐδαιμονισμὸς περιέχει ταῦτα. [35]

ἔχει δὲ κοινὸν εἶδος ἔπαινος καὶ αἱ συμβουλαί. γὰρ ἐν τῷ συμβουλεύειν ὑπόθοιο ἄν, ταῦτα μετατεθέντα τῇ λέξει ἐγκώμια γίγνεται.
[36] ἐπεὶ οὖν ἔχομεν δεῖ πράττειν καὶ ποῖόν τινα εἶναι δεῖ, ταῦτα ὡς ὑποθήκας λέγοντας τῇ λέξει μετατιθέναι δεῖ καὶ στρέφειν, οἷον ὅτι οὐ δεῖ μέγα φρονεῖν ἐπὶ τοῖς διὰ τύχην ἀλλὰ τοῖς δι᾽ αὑτόν.
οὕτω μὲν οὖν λεχθὲν ὑποθήκην δύναται, ὡδὶ δ᾽ ἔπαινονμέγα φρονῶν οὐκ ἐπὶ τοῖς διὰ τύχην ὑπάρχουσιν ἀλλὰ τοῖς δι᾽ αὑτόν”. ὥστε ὅταν ἐπαινεῖν βούλῃ, ὅρα τί ἂν ὑπόθοιο: καὶ ὅταν ὑποθέσθαι, ὅρα τί ἂν ἐπαινέσειας. [37] δὲ λέξις ἔσται ἀντικειμένη ἐξ ἀνάγκης ὅταν τὸ μὲν κωλῦον τὸ δὲ μὴ κωλῦον μετατεθῇ.
[38]

χρηστέον δὲ καὶ τῶν αὐξητικῶν πολλοῖς, οἷον εἰ μόνος πρῶτος μετ᾽ ὀλίγων καὶ μάλιστα πεποίηκεν: ἅπαντα γὰρ ταῦτα καλά. καὶ τῷ ἐκ τῶν χρόνων καὶ τῶν καιρῶν: τούτῳ δ᾽ εἰ παρὰ τὸ προσῆκον. καὶ εἰ πολλάκις τὸ αὐτὸ κατώρθωκεν: μέγα γὰρ καὶ οὐκ ἀπὸ
τύχης ἀλλὰ δι᾽ αὑτοῦ ἂν δόξειεν. καὶ εἰ τὰ προτρέποντα καὶ τιμῶντα διὰ τοῦτον εὕρηται καὶ κατεσκευάσθη, καὶ εἰς τοῦτον πρῶτον ἐγκώμιον ἐποιήθη, οἷον εἰς Ἱππόλοχον, καὶ εἰς Ἁρμόδιον καὶ Ἀριστογείτονα τὸ ἐν ἀγορᾷ σταθῆναι: ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἐναντίων. κἂν μὴ καθ᾽ αὑτὸν εὐπορῇς,
πρὸς ἄλλους ἀντιπαραβάλλειν, ὅπερ Ἰσοκράτης ἐποίει διὰ τὴν ἀσυνήθειαν τοῦ δικολογεῖν. δεῖ δὲ πρὸς ἐνδόξους συγκρίνειν: αὐξητικὸν γὰρ καὶ καλόν, εἰ σπουδαίων βελτίων. [39] πίπτει δ᾽ εὐλόγως αὔξησις εἰς τοὺς ἐπαίνους: ἐν ὑπεροχῇ γάρ ἐστιν, δ᾽ ὑπεροχὴ τῶν καλῶν: διὸ κἂν μὴ πρὸς τοὺς ἐνδόξους,
ἀλλὰ πρὸς τοὺς ἄλλους δεῖ παραβάλλειν, ἐπείπερ ὑπεροχὴ δοκεῖ μηνύειν ἀρετήν. [40] ὅλως δὲ τῶν κοινῶν εἰδῶν ἅπασι τοῖς λόγοις μὲν αὔξησις ἐπιτηδειοτάτη τοῖς ἐπιδεικτικοῖςτὰς γὰρ πράξεις ὁμολογουμένας λαμβάνουσιν, ὥστε λοιπὸν μέγεθος περιθεῖναι καὶ κάλλος): τὰ δὲ παραδείγματα τοῖς
συμβουλευτικοῖςἐκ γὰρ τῶν προγεγονότων τὰ μέλλοντα καταμαντευόμενοι κρίνομεν): τὰ δ᾽ ἐνθυμήματα τοῖς δικανικοῖςαἰτίαν γὰρ καὶ ἀπόδειξιν μάλιστα δέχεται τὸ γεγονὸς διὰ τὸ ἀσαφές). [41]

ἐκ τίνων μὲν οὖν οἱ ἔπαινοι καὶ οἱ ψόγοι λέγονται σχεδὸν πάντες, καὶ πρὸς ποῖα δεῖ βλέποντας
ἐπαινεῖν καὶ ψέγειν, καὶ ἐκ τίνων τὰ ἐγκώμια γίγνεται καὶ τὰ ὀνείδη, ταῦτ᾽ ἐστίν: ἐχομένων γὰρ τούτων τὰ ἐναντία τούτοις φανερά: γὰρ ψόγος ἐκ τῶν ἐναντίων ἐστίν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
hide References (5 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 731
  • Cross-references to this page (4):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: