previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

12.

ὧν μὲν οὖν ἕνεκα ἀδικοῦσιν, ταῦτ᾽ ἐστίν: πῶς δὲ ἔχοντες
καὶ τίνας, λέγωμεν νῦν. αὐτοὶ μὲν οὖν ὅταν οἴωνται δυνατὸν εἶναι τὸ πρᾶγμα πραχθῆναι καὶ αὑτοῖς δυνατόν, εἶτ᾽ ἂν λαθεῖν πράξαντες, μὴ λαθόντες μὴ δοῦναι δίκην, δοῦναι μὲν ἀλλ᾽ ἐλάττω τὴν ζημίαν εἶναι τοῦ κέρδους αὑτοῖς ὧν κήδονται. [2] ποῖα μὲν οὖν δυνατὰ φαίνεται καὶ ποῖα
ἀδύνατα, ἐν τοῖς ὕστερον ῥηθήσεταικοινὰ γὰρ ταῦτα πάντων τῶν λόγων): αὐτοὶ δ᾽ οἴονται δυνατοὶ εἶναι μάλιστα ἀζήμιοι ἀδικεῖν οἱ εἰπεῖν δυνάμενοι καὶ οἱ πρακτικοὶ καὶ οἱ ἔμπειροι πολλῶν ἀγώνων, κἂν πολύφιλοι ὦσιν, κἂν πλούσιοι. [3] καὶ μάλιστα μὲν ἂν αὐτοὶ ὦσιν ἐν τοῖς εἰρημένοις
οἴονται δύνασθαι, εἰ δὲ μή, κἂν ὑπάρχωσιν αὐτοῖς τοιοῦτοι φίλοι ὑπηρέται κοινωνοί: διὰ γὰρ ταῦτα δύνανται καὶ πράττειν καὶ λανθάνειν καὶ μὴ δοῦναι δίκην. [4] καὶ ἐὰν φίλοι ὦσιν τοῖς ἀδικουμένοις τοῖς κριταῖς: οἱ μὲν γὰρ φίλοι ἀφύλακτοί τε πρὸς τὸ ἀδικεῖσθαι καὶ προσκαταλλάττονται
πρὶν ἐπεξελθεῖν, οἱ δὲ κριταὶ χαρίζονται οἷς ἂν φίλοι ὦσι, καὶ ὅλως ἀφιᾶσιν μικροῖς ζημιοῦσιν. [5] λαθητικὰ δ᾽ εἰσὶν οἵ τ᾽ ἐναντίοι τοῖς ἐγκλήμασιν, οἷον ἀσθενεῖς περὶ αἰκίας καὶ πένης καὶ αἰσχρὸς περὶ μοιχείας, καὶ τὰ λίαν ἐν φανερῷ καὶ ἐν ὀφθαλμοῖς: ἀφύλακτα γὰρ διὰ τὸ ὅλως μηδένα ἂν
οἴεσθαι. [6] καὶ τὰ τηλικαῦτα καὶ τὰ τοιαῦτα οἷα μηδ᾽ ἂν εἷς: ἀφύλακτα γὰρ καὶ ταῦτα: πάντες γὰρ τὰ εἰωθότα, ὥσπερ ἀρρωστήματα, φυλάττονται καὶ τἀδικήματα, δὲ μηδείς πω ἠρρώστηκεν, οὐδεὶς εὐλαβεῖται. [7] καὶ οἷς μηδεὶς ἐχθρὸς πολλοί: οἱ μὲν γὰρ οἴονται λήσειν διὰ τὸ μὴ φυλάττεσθαι,
οἱ δὲ λανθάνουσι διὰ τὸ μὴ δοκεῖν ἂν ἐπιχειρῆσαι φυλαττομένοις, καὶ διὰ τὸ ἀπολογίαν ἔχειν ὅτι οὐκ ἂν ἐνεχείρησαν. [8] καὶ οἷς ὑπάρχει κρύψις τρόποις τόποις, διαθέσεις εὔποροι. καὶ ὅσοις μὴ λανθάνουσιν ἔστιν δίωσις δίκης ἀναβολὴ χρόνου διαφθοραὶ κριτῶν. καὶ οἷς, ἐὰν γένηται
ζημία, ἔστιν δίωσις τῆς ἐκτίσεως ἀναβολὴ χρόνιος. εἰ δι᾽ ἀπορίαν μηδὲν ἔχει τι ἀπολέσει. [9] καὶ οἷς τὰ μὲν κέρδη φανερὰ μεγάλα ἐγγύς, αἱ δὲ ζημίαι μικραὶ ἀφανεῖς πόρρω.
καὶ μὴ ἔστιν τιμωρία ἴση τῇ ὠφελείᾳ, οἷον δοκεῖ τυρρανίς. [10] καὶ ὅσοις τὰ μὲν ἀδικήματα λήμματα, αἱ δὲ ζημίαι ὀνείδη μόνον. καὶ οἷς τοὐναντίον τὰ μὲν ἀδικήματα εἰς ἔπαινόν τινα, οἷον εἰ συνέβη ἅμα τιμωρήσασθαι
ὑπὲρ πατρὸς μητρός, ὥσπερ Ζήνωνι, αἱ δὲ ζημίαι εἰς χρήματα φυγὴν τοιοῦτόν τι: δι᾽ ἀμφότερα γὰρ ἀδικοῦσι καὶ ἀμφοτέρως ἔχοντες, πλὴν οὐχ οἱ αὐτοὶ ἀλλ᾽ οἱ ἐναντίοι τοῖς ἤθεσιν. [11] καὶ οἱ πολλάκις λεληθότες μὴ ἐζημιωμένοι, καὶ οἱ πολλάκις ἀποτετυχηκότεςεἰσὶ γάρ τινες
καὶ ἐν τοῖς τοιούτοις, ὥσπερ ἐν τοῖς πολεμικοῖς, οἷοι ἀναμάχεσθαι). [12] καὶ οἷς ἂν παραχρῆμα τὸ ἡδύ, τὸ δὲ λυπηρὸν ὕστερον, τὸ κέρδος, δὲ ζημία ὕστερον: οἱ γὰρ ἀκρατεῖς τοιοῦτοι, ἔστιν δὲ ἀκρασία περὶ πάντα ὅσων ὀρέγονται. [13] καὶ οἷς ἂν τοὐναντίον τὸ μὲν λυπηρὸν ἤδη ζημία, τὸ δὲ ἡδὺ
καὶ τὸ ὠφέλιμον ὕστερα καὶ χρονιώτερα: οἱ γὰρ ἐγκρατεῖς καὶ φρονιμώτεροι τὰ τοιαῦτα διώκουσιν. [14] καὶ οἷς ἂν ἐνδέχηται διὰ τύχην δόξαι πρᾶξαι δι᾽ ἀνάγκην διὰ φύσιν δι᾽ ἔθος, καὶ ὅλως ἁμαρτεῖν ἀλλὰ μὴ ἀδικεῖν. [15] καὶ οἷς ἂν τοῦ ἐπιεικοῦς τυχεῖν. καὶ ὅσοι ἂν ἐνδεεῖς ὦσιν: διχῶς δέ εἰσιν ἐνδεεῖς:
γὰρ ὡς ἀναγκαίου, ὥσπερ οἱ πένητες, ὡς ὑπερβολῆς, ὥσπερ οἱ πλούσιοι. [16] καὶ οἱ σφόδρα εὐδοκιμοῦντες καὶ οἱ σφόδρα ἀδοξοῦντες, οἱ μὲν ὡς οὐ δόξοντες, οἱ δ᾽ ὡς οὐδὲν μᾶλλον ἀδοξοῦντες. [17]

αὐτοὶ μὲν οὖν οὕτως ἔχοντες ἐπιχειροῦσιν ἀδικεῖν, ἀδικοῦσι δὲ τοὺς τοιούτους καὶ τὰ τοιαῦτα, τοὺς ἔχοντας ὧν
αὐτοὶ ἐνδεεῖς εἰς τἀναγκαῖα εἰς ὑπεροχὴν εἰς ἀπόλαυσιν, [18] καὶ τοὺς πόρρω καὶ τοὺς ἐγγύς: τῶν μὲν γὰρ λῆψις ταχεῖα, τῶν δ᾽ τιμωρία βραδεῖα, οἷον οἱ συλῶντες τοὺς Καρχηδονίους. [19] καὶ τοὺς μὴ εὐλαβεῖς μηδὲ φυλακτικοὺς ἀλλὰ πιστευτικούς: ῥᾴδιον γὰρ πάντας λαθεῖν. καὶ τοὺς ῥαθύμους:
ἐπιμελοῦς γὰρ τὸ ἐπεξελθεῖν. καὶ τοὺς αἰσχυντηλούς: οὐ γὰρ μαχητικοὶ περὶ κέρδους. [20] καὶ τοὺς ὑπὸ πολλῶν ἀδικηθέντας καὶ μὴ ἐπεξελθόντας, ὡς ὄντας κατὰ τὴν παροιμίαν τούτους Μυσῶν λείαν. [21] καὶ τοὺς μηδεπώποτε καὶ τοὺς πολλάκις: ἀμφότεροι γὰρ ἀφύλακτοι, οἱ μὲν ὡς οὐδέποτε, οἱ δ᾽ ὡς οὐκ ἂν
ἔτι. [22] καὶ τοὺς διαβεβλημένους εὐδιαβόλους: οἱ τοιοῦτοι γὰρ οὔτε προαιροῦνται, φοβούμενοι τοὺς κριτάς, οὔτε δύνανται πείθειν, ὡς μισούμενοι καὶ φθονούμενοι.
[23] καὶ πρὸς οὓς ἔχουσι πρόφασιν προγόνων αὐτῶν φίλων ποιησάντων κακῶς μελλησάντων, αὐτοὺς προγόνους ὧν κήδονται: ὥσπερ γὰρ παροιμία, προφάσεως δεῖται μόνον πονηρία. [24] καὶ τοὺς ἐχθροὺς καὶ τοὺς φίλους: τοὺς μὲν γὰρ ῥᾴδιον,
τοὺς δὲ ἡδύ. καὶ τοὺς ἀφίλους, καὶ τοὺς μὴ δεινοὺς εἰπεῖν πρᾶξαι: γὰρ οὐκ ἐγχειροῦσιν ἐπεξιέναι, καταλλάττονται, οὐδὲν περαίνουσιν. [25] καὶ οἷς μὴ λυσιτελεῖ διατρίβειν ἐπιτηροῦσιν δίκην ἔκτισιν, οἷον οἱ ξένοι καὶ αὐτουργοί: ἐπὶ μικρῷ τε γὰρ διαλύονται καὶ ῥᾳδίως καταπαύονται. [26]
καὶ τοὺς πολλὰ ἠδικηκότας, τοιαῦτα οἷα ἀδικοῦνται: ἐγγὺς γάρ τι δοκεῖ τοῦ μὴ ἀδικεῖν εἶναι ὅταν τι τοιοῦτον ἀδικηθῇ τις οἷον εἰώθει καὶ αὐτὸς ἀδικεῖν: λέγω δ᾽ οἷον εἴ τις τὸν εἰωθότα ὑβρίζειν αἰκίσαιτο. [27] καὶ τοὺς πεποιηκότας κακῶς βουληθέντας βουλομένους ποιήσοντας: ἔχει γὰρ
καὶ τὸ ἡδὺ καὶ τὸ καλόν, καὶ ἐγγὺς τοῦ μὴ ἀδικεῖν φαίνεται. [28] καὶ οἷς χαριοῦνται φίλοις θαυμαζομένοις ἐρωμένοις κυρίοις ὅλως πρὸς οὓς ζῶσιν αὐτοί. [29] καὶ πρὸς οὓς ἔστιν ἐπιεικείας τυχεῖν. καὶ οἷς ἂν ἐγκεκληκότες ὦσιν καὶ προδιακεχωρηκότες, οἷον Κάλλιππος ἐποίησεν τὰ περὶ
Δίωνα: καὶ γὰρ τὰ τοιαῦτα ἐγγὺς τοῦ μὴ ἀδικεῖν φαίνεται. [30] καὶ τοὺς ὑπ᾽ ἄλλων μέλλοντας, ἂν μὴ αὐτοί, ὡς οὐκέτι ἐνδεχόμενον βουλεύσασθαι, ὥσπερ λέγεται Αἰνεσίδημος Γέλωνι πέμψαι κοττάβια ἀνδραποδισαμένῳ , ὅτι ἔφθασεν, ὡς καὶ αὐτὸς μέλλων. [31] καὶ οὓς ἀδικήσαντες δυνήσονται
πολλὰ δίκαια πράττειν, ὡς ῥᾳδίως ἰασόμενοι, ὥσπερ ἔφη Ἰάσων Θετταλὸς δεῖν ἀδικεῖν ἔνια, ὅπως δύνηται καὶ δίκαια πολλὰ ποιεῖν. [32] καὶ πάντες πολλοὶ ἀδικεῖν εἰώθασιν: συγγνώμης γὰρ οἴονται τεύξεσθαι. [33] καὶ τὰ ῥᾴδια κρύψαι: τοιαῦτα δὲ ὅσα ταχὺ ἀναλίσκεται, οἷον τὰ
ἐδώδιμα, τὰ εὐμετάβλητα σχήμασιν χρώμασιν κράσεσιν, πολλαχοῦ ἀφανίσαι εὔπορον: [34] τοιαῦτα δὲ τὰ εὐβάστακτα καὶ ἐν μικροῖς τόποις ἀφανιζόμενα. [35] καὶ οἷς ἀδιάφορα καὶ ὅμοια πολλὰ προϋπῆρχεν τῷ ἀδικοῦντι. καὶ ὅσα αἰσχύνονται οἱ ἀδικηθέντες λέγειν, οἷον γυναικῶν
οἰκείων ὕβρεις εἰς αὑτοὺς εἰς υἱεῖς. καὶ ὅσα φιλοδικεῖν δόξειεν ἂν ἐπεξιών: τοιαῦτα δὲ τὰ μικρὰ καὶ ἐφ᾽ οἷς συγγνώμη. ὡς μὲν οὖν ἔχοντες ἀδικοῦσι, καὶ ποῖα καὶ ποίους καὶ διὰ τί, σχεδὸν ταῦτ᾽ ἐστίν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: