previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1305β] ἔχει δὲ καὶ ἐξ ἄλλων ἀρχὴ στάσεως διαφοράς. ὁτὲ μὲν γὰρ ἐξ αὐτῶν τῶν εὐπόρων, οὐ τῶν ὄντων δ᾽ ἐν ταῖς ἀρχαῖς, γίγνεται κατάλυσις, ὅταν ὀλίγοι σφόδρα ὦσιν οἱ ἐν ταῖς τιμαῖς, οἷον ἐν Μασσαλίᾳ καὶ ἐν [5] Ἴστρῳ καὶ ἐν Ἡρακλείᾳ καὶ ἐν ἄλλαις πόλεσι συμβέβηκεν: οἱ γὰρ μὴ μετέχοντες τῶν ἀρχῶν ἐκίνουν, ἕως μετέλαβον οἱ πρεσβύτεροι πρότερον τῶν ἀδελφῶν, ὕστερον δ᾽ οἱ νεώτεροι πάλιν: οὐ γὰρ ἄρχουσιν ἐνιαχοῦ μὲν ἅμα πατήρ τε καὶ υἱός, ἐνιαχοῦ δὲ πρεσβύτερος καὶ νεώτερος [10] ἀδελφός: καὶ ἔνθα μὲν πολιτικωτέρα ἐγένετο ὀλιγαρχία, ἐν Ἴστρῳ δ᾽ εἰς δῆμον ἀπετελεύτησεν, ἐν Ἡρακλείᾳ δ᾽ ἐξ ἐλαττόνων εἰς ἑξακοσίους ἦλθεν: μετέβαλε δὲ καὶ ἐν Κνίδῳ ὀλιγαρχία στασιασάντων τῶν γνωρίμων αὐτῶν πρὸς αὑτοὺς διὰ τὸ ὀλίγους μετέχειν καί, καθάπερ εἴρηται, εἰ πατήρ, [15] υἱὸν μὴ μετέχειν, μηδ᾽ εἰ πλείους ἀδελφοί, ἀλλ᾽ τὸν πρεσβύτατον: ἐπιλαβόμενος γὰρ στασιαζόντων δῆμος, καὶ λαβὼν προστάτην ἐκ τῶν γνωρίμων, ἐπιθέμενος ἐκράτησεν, ἀσθενὲς γὰρ τὸ στασιάζον: καὶ ἐν Ἐρυθραῖς δὲ ἐπὶ τῆς τῶν Βασιλιδῶν ὀλιγαρχίας ἐν τοῖς ἀρχαίοις χρόνοις, καίπερ [20] καλῶς ἐπιμελομένων τῶν ἐν τῇ πολιτείᾳ, ὅμως διὰ τὸ ὑπ᾽ ὀλίγων ἄρχεσθαι ἀγανακτῶν δῆμος μετέβαλε τὴν πολιτείαν.

κινοῦνται δ᾽ αἱ ὀλιγαρχίαι ἐξ αὑτῶν καὶ διὰ φιλονεικίαν δημαγωγούντων δημαγωγία δὲ διττή, μὲν ἐν αὐτοῖς τοῖς ὀλίγοιςἐγγίγνεται γὰρ δημαγωγὸς [25] κἂν πάνυ ὀλίγοι ὦσιν, οἷον ἐν τοῖς Τριάκοντα Ἀθήνησιν οἱ περὶ Χαρικλέα ἴσχυσαν τοὺς Τριάκοντα δημαγωγοῦντες, καὶ ἐν τοῖς Τετρακοσίοις οἱ περὶ Φρύνιχον τὸν αὐτὸν τρόπον δ᾽ ὅταν τὸν ὄχλον δημαγωγῶσιν οἱ ἐν τῇ ὀλιγαρχίᾳ ὄντες, οἷον ἐν Λαρίσῃ οἱ πολιτοφύλακες διὰ τὸ αἱρεῖσθαι αὐτοὺς [30] τὸν ὄχλον ἐδημαγώγουν, καὶ ἐν ὅσαις ὀλιγαρχίαις οὐχ οὗτοι αἱροῦνται τὰς ἀρχὰς ἐξ ὧν οἱ ἄρχοντές εἰσιν, ἀλλ᾽ αἱ μὲν ἀρχαὶ ἐκ τιμημάτων μεγάλων εἰσὶν ἑταιριῶν, αἱροῦνται δ᾽ οἱ ὁπλῖται δῆμος, ὅπερ ἐν Ἀβύδῳ συνέβαινεν, καὶ ὅπου τὰ δικαστήρια μὴ ἐκ τοῦ πολιτεύματός ἐστιδημαγωγοῦντες [35] γὰρ πρὸς τὰς κρίσεις μεταβάλλουσι τὴν πολιτείαν, ὅπερ καὶ ἐν Ἡρακλείᾳ ἐγένετο τῇ ἐν τῷ Πόντῳἔτι δ᾽ ὅταν ἔνιοι εἰς ἐλάττους ἕλκωσι τὴν ὀλιγαρχίαν: οἱ γὰρ τὸ ἴσον ζητοῦντες ἀναγκάζονται βοηθὸν ἐπαγαγέσθαι τὸν δῆμον). γίνονται δὲ μεταβολαὶ τῆς ὀλιγαρχίας καὶ ὅταν [40] ἀναλώσωσι τὰ ἴδια ζῶντες ἀσελγῶς: καὶ γὰρ οἱ τοιοῦτοι καινοτομεῖν ζητοῦσι, καὶ τυραννίδι ἐπιτίθενται αὐτοὶ κατασκευάζουσιν ἕτερον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
hide References (2 total)
  • Commentary references to this page (1):
    • T. G. Tucker, Commentary on Thucydides: Book 8, 8.89
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), MASSI´LIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: