previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1275β] τὰς γὰρ ἡμαρτημένας καὶ παρεκβεβηκυίας ἀναγκαῖον ὑστέρας εἶναι τῶν ἀναμαρτήτωντὰς δὲ παρεκβεβηκυίας πῶς λέγομεν, ὕστερον ἔσται φανερόν). ὥστε καὶ τὸν πολίτην ἕτερον ἀναγκαῖον εἶναι τὸν καθ᾽ ἑκάστην πολιτείαν. [5] διόπερ λεχθεὶς ἐν μὲν δημοκρατίᾳ μάλιστ᾽ ἐστὶ πολίτης, ἐν δὲ ταῖς ἄλλαις ἐνδέχεται μέν, οὐ μὴν ἀναγκαῖον. ἐν ἐνίαις γὰρ οὐκ ἔστι δῆμος, οὐδ᾽ ἐκκλησίαν νομίζουσιν ἀλλὰ συγκλήτους, καὶ τὰς δίκας δικάζουσι κατὰ μέρος, οἷον ἐν Λακεδαίμονι τὰς τῶν συμβολαίων δικάζει τῶν [10] ἐφόρων ἄλλος ἄλλας, οἱ δὲ γέροντες τὰς φονικάς, ἑτέρα δ᾽ ἴσως ἀρχή τις ἑτέρας. οὐ τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ Καρχηδόνα: πάσας γὰρ ἀρχαί τινες κρίνουσι τὰς δίκας. ἀλλ᾽ ἔχει διόρθωσιν τοῦ πολίτου διορισμός. ἐν γὰρ ταῖς ἄλλαις πολιτείαις οὐχ ἀόριστος ἄρχων ἐκκλησιαστής [15] ἐστι καὶ δικαστής, ἀλλὰ κατὰ τὴν ἀρχὴν ὡρισμένος: τούτων γὰρ πᾶσιν τισὶν ἀποδέδοται τὸ βουλεύεσθαι καὶ δικάζειν περὶ πάντων περὶ τινῶν. τίς μὲν οὖν ἐστιν πολίτης, ἐκ τούτων φανερόν: γὰρ ἐξουσία κοινωνεῖν ἀρχῆς βουλευτικῆς κριτικῆς, πολίτην ἤδη λέγομεν εἶναι ταύτης [20] τῆς πόλεως, πόλιν δὲ τὸ τῶν τοιούτων πλῆθος ἱκανὸν πρὸς αὐτάρκειαν ζωῆς, ὡς ἁπλῶς εἰπεῖν.

ὁρίζονται δὲ πρὸς τὴν χρῆσιν πολίτην τὸν ἐξ ἀμφοτέρων πολιτῶν καὶ μὴ θατέρου μόνον, οἷον πατρὸς μητρός, οἱ δὲ καὶ τοῦτ᾽ ἐπὶ πλέον ζητοῦσιν, οἷον ἐπὶ πάππους δύο τρεῖς πλείους. [25] οὕτω δὲ ὁριζομένων πολιτικῶς καὶ ταχέως, ἀποροῦσί τινες τὸν τρίτον ἐκεῖνον τέταρτον, πῶς ἔσται πολίτης. Γοργίας μὲν οὖν Λεοντῖνος, τὰ μὲν ἴσως ἀπορῶν τὰ δ᾽ εἰρωνευόμενος, ἔφη, καθάπερ ὅλμους εἶναι τοὺς ὑπὸ τῶν ὁλμοποιῶν πεποιημένους, οὕτω καὶ Λαρισαίους τοὺς ὑπὸ τῶν δημιουργῶν πεποιημένους: [30] εἶναι γάρ τινας λαρισοποιούς. ἔστι δ᾽ ἁπλοῦν. εἰ γὰρ μετεῖχον κατὰ τὸν ῥηθέντα διορισμὸν τῆς πολιτείας, ἦσαν πολῖται: καὶ γὰρ οὐδὲ δυνατὸν ἐφαρμόττειν τὸ ἐκ πολίτου ἐκ πολίτιδος ἐπὶ τῶν πρώτων οἰκησάντων κτισάντων.

ἀλλ᾽ ἴσως ἐκεῖνο μᾶλλον ἔχει ἀπορίαν, ὅσοι [35] μετέσχον μεταβολῆς γενομένης πολιτείας, οἷον Ἀθήνησιν ἐποίησε Κλεισθένης μετὰ τὴν τῶν τυράννων ἐκβολήν: πολλοὺς γὰρ ἐφυλέτευσε ξένους καὶ δούλους μετοίκους. τὸ δ᾽ ἀμφισβήτημα πρὸς τούτους ἐστὶν οὐ τίς πολίτης, ἀλλὰ πότερον ἀδίκως δικαίως. καίτοι κἂν τοῦτό τις ἔτι προσαπορήσειεν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
hide References (7 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 158
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 5.69
  • Cross-references to this page (4):
    • A Dictionary of Greek and Roman Antiquities (1890), CI´VITAS
    • A Dictionary of Greek and Roman Antiquities (1890), E´PHORI
    • A Dictionary of Greek and Roman Antiquities (1890), GEROU´SIA
    • Smith's Bio, Clei'sthenes
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: