previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1462β] ἔτι τῷ ἐν ἐλάττονι μήκει τὸ τέλος τῆς μιμήσεως εἶναιτὸ γὰρ ἀθροώτερον ἥδιον πολλῷ κεκραμένον τῷ χρόνῳ, λέγω δ᾽ οἷον εἴ τις τὸν Οἰδίπουν θείη τὸν Σοφοκλέους ἐν ἔπεσιν ὅσοις Ἰλιάς): ἔτι ἧττον μία μίμησις τῶν ἐποποιῶνσημεῖον δέ, ἐκ γὰρ ὁποιασοῦν [5] μιμήσεως πλείους τραγῳδίαι γίνονται), ὥστε ἐὰν μὲν ἕνα μῦθον ποιῶσιν, βραχέως δεικνύμενον μύουρον φαίνεσθαι, ἀκολουθοῦντα τῷ τοῦ μέτρου μήκει ὑδαρῆ:

λέγω δὲ οἷον ἐὰν ἐκ πλειόνων πράξεων συγκειμένη, ὥσπερ Ἰλιὰς ἔχει πολλὰ τοιαῦτα μέρη καὶ Ὀδύσσεια <> καὶ καθ᾽ ἑαυτὰ [10] ἔχει μέγεθος: καίτοι ταῦτα τὰ ποιήματα συνέστηκεν ὡς ἐνδέχεται ἄριστα καὶ ὅτι μάλιστα μιᾶς πράξεως μίμησις. εἰ οὖν τούτοις τε διαφέρει πᾶσιν καὶ ἔτι τῷ τῆς τέχνης ἔργῳδεῖ γὰρ οὐ τὴν τυχοῦσαν ἡδονὴν ποιεῖν αὐτὰς ἀλλὰ τὴν εἰρημένην), φανερὸν ὅτι κρείττων ἂν εἴη μᾶλλον τοῦ [15] τέλους τυγχάνουσα τῆς ἐποποιίας.

περὶ μὲν οὖν τραγῳδίας καὶ ἐποποιίας, καὶ αὐτῶν καὶ τῶν εἰδῶν καὶ τῶν μερῶν, καὶ πόσα καὶ τί διαφέρει, καὶ τοῦ εὖ μὴ τίνες αἰτίαι, καὶ περὶ ἐπιτιμήσεων καὶ λύσεων, εἰρήσθω τοσαῦτα. . . .

load focus English (1932)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: