previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1454α] εἰ μὴ ὀλιγάκις, οἷον ἐν Ἀντιγόνῃ τὸν Κρέοντα Αἵμων. τὸ δὲ πρᾶξαι δεύτερον. βέλτιον δὲ τὸ ἀγνοοῦντα μὲν πρᾶξαι, πράξαντα δὲ ἀναγνωρίσαι: τό τε γὰρ μιαρὸν οὐ πρόσεστιν καὶ ἀναγνώρισις ἐκπληκτικόν. κράτιστον δὲ [5] τὸ τελευταῖον, λέγω δὲ οἷον ἐν τῷ Κρεσφόντῃ Μερόπη μέλλει τὸν υἱὸν ἀποκτείνειν, ἀποκτείνει δὲ οὔ, ἀλλ᾽ ἀνεγνώρισε, καὶ ἐν τῇ Ἰφιγενείᾳ ἀδελφὴ τὸν ἀδελφόν, καὶ ἐν τῇ Ἕλλῃ υἱὸς τὴν μητέρα ἐκδιδόναι μέλλων ἀνεγνώρισεν.

διὰ γὰρ τοῦτο, ὅπερ πάλαι εἴρηται, οὐ περὶ πολλὰ [10] γένη αἱ τραγῳδίαι εἰσίν. ζητοῦντες γὰρ οὐκ ἀπὸ τέχνης ἀλλ᾽ ἀπὸ τύχης εὗρον τὸ τοιοῦτον παρασκευάζειν ἐν τοῖς μύθοις: ἀναγκάζονται οὖν ἐπὶ ταύτας τὰς οἰκίας ἀπαντᾶν ὅσαις τὰ τοιαῦτα συμβέβηκε πάθη.

περὶ μὲν οὖν τῆς τῶν πραγμάτων συστάσεως καὶ ποίους τινὰς εἶναι δεῖ τοὺς [15] μύθους εἴρηται ἱκανῶς.

περὶ δὲ τὰ ἤθη τέτταρά ἐστιν ὧν δεῖ στοχάζεσθαι, ἓν μὲν καὶ πρῶτον, ὅπως χρηστὰ . ἕξει δὲ ἦθος μὲν ἐὰν ὥσπερ ἐλέχθη ποιῇ φανερὸν λόγος πρᾶξις προαίρεσίν τινα < τις ἂν> , χρηστὸν δὲ ἐὰν χρηστήν. ἔστιν δὲ [20] ἐν ἑκάστῳ γένει: καὶ γὰρ γυνή ἐστιν χρηστὴ καὶ δοῦλος, καίτοι γε ἴσως τούτων τὸ μὲν χεῖρον, τὸ δὲ ὅλως φαῦλόν ἐστιν.

δεύτερον δὲ τὸ ἁρμόττοντα: ἔστιν γὰρ ἀνδρείαν μὲν τὸ ἦθος, ἀλλ᾽ οὐχ ἁρμόττον γυναικὶ οὕτως ἀνδρείαν δεινὴν εἶναι.

τρίτον δὲ τὸ ὅμοιον. τοῦτο γὰρ ἕτερον τοῦ [25] χρηστὸν τὸ ἦθος καὶ ἁρμόττον ποιῆσαι ὡς προείρηται.

τέταρτον δὲ τὸ ὁμαλόν. κἂν γὰρ ἀνώμαλός τις τὴν μίμησιν παρέχων καὶ τοιοῦτον ἦθος ὑποτεθῇ, ὅμως ὁμαλῶς ἀνώμαλον δεῖ εἶναι.

ἔστιν δὲ παράδειγμα πονηρίας μὲν ἤθους μὴ ἀναγκαίας οἷον Μενέλαος ἐν τῷ Ὀρέστῃ, τοῦ [30] δὲ ἀπρεποῦς καὶ μὴ ἁρμόττοντος τε θρῆνος Ὀδυσσέως ἐν τῇ Σκύλλῃ καὶ τῆς Μελανίππης ῥῆσις, τοῦ δὲ ἀνωμάλου ἐν Αὐλίδι Ἰφιγένεια: οὐδὲν γὰρ ἔοικεν ἱκετεύουσα τῇ ὑστέρᾳ.

χρὴ δὲ καὶ ἐν τοῖς ἤθεσιν ὁμοίως ὥσπερ καὶ ἐν τῇ τῶν πραγμάτων συστάσει ἀεὶ ζητεῖν τὸ ἀναγκαῖον τὸ εἰκός, [35] ὥστε τὸν τοιοῦτον τὰ τοιαῦτα λέγειν πράττειν ἀναγκαῖον εἰκὸς καὶ τοῦτο μετὰ τοῦτο γίνεσθαι ἀναγκαῖον εἰκός.

φανερὸν οὖν ὅτι καὶ τὰς λύσεις τῶν μύθων ἐξ αὐτοῦ δεῖ τοῦ μύθου συμβαίνειν,

load focus English (1932)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: