previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰ δὴ ταῦτα μὴ ἀρέσκει, ἀλλὰ μᾶλλον εἰς ἐνέργειάν τινα θετέον, καθάπερ ἐν τοῖς πρότερον εἴρηται, τῶν δ᾽ ἐνεργειῶν αἳ μέν εἰσιν ἀναγκαῖαι καὶ δι᾽ ἕτερα αἱρεταὶ αἳ δὲ καθ᾽ αὑτάς, δῆλον ὅτι τὴν εὐδαιμονίαν τῶν καθ᾽ αὑτὰς αἱρετῶν τινὰ θετέον καὶ οὐ τῶν δι᾽ ἄλλο: οὐδενὸς γὰρ ἐνδεὴς εὐδαιμονία ἀλλ᾽ αὐτάρκης. καθ᾽ αὑτὰς δ᾽ εἰσὶν αἱρεταὶ ἀφ᾽ ὧν μηδὲν ἐπιζητεῖται παρὰ τὴν ἐνέργειαν. τοιαῦται δ᾽ εἶναι δοκοῦσιν αἱ κατ᾽ ἀρετὴν πράξεις: τὰ γὰρ καλὰ καὶ σπουδαῖα πράττειν τῶν δι᾽ αὑτὰ αἱρετῶν. καὶ τῶν παιδιῶν δὲ αἱ ἡδεῖαι: οὐ γὰρ δι᾽ ἕτερα αὐτὰς αἱροῦνται: βλάπτονται γὰρ ἀπ᾽ αὐτῶν μᾶλλον ὠφελοῦνται, ἀμελοῦντες τῶν σωμάτων καὶ τῆς κτήσεως. καταφεύγουσι δ᾽ ἐπὶ τὰς τοιαύτας διαγωγὰς τῶν εὐδαιμονιζομένων οἱ πολλοί, διὸ παρὰ τοῖς τυράννοις εὐδοκιμοῦσιν οἱ ἐν ταῖς τοιαύταις διαγωγαῖς εὐτράπελοι: ὧν γὰρ ἐφίενται, ἐν τούτοις παρέχουσι σφᾶς αὐτοὺς ἡδεῖς, δέονται δὲ τοιούτων. δοκεῖ μὲν οὖν εὐδαιμονικὰ ταῦτα εἶναι διὰ τὸ τοὺς ἐν δυναστείαις ἐν τούτοις ἀποσχολάζειν, οὐδὲν δ᾽ ἴσως σημεῖον οἱ τοιοῦτοί εἰσιν: οὐ γὰρ ἐν τῷ δυναστεύειν ἀρετὴ οὐδ᾽ νοῦς, ἀφ᾽ ὧν αἱ σπουδαῖαι ἐνέργειαι: οὐδ᾽ εἰ ἄγευστοι οὗτοι ὄντες ἡδονῆς εἰλικρινοῦς καὶ ἐλευθερίου ἐπὶ τὰς σωματικὰς καταφεύγουσιν, διὰ τοῦτο ταύτας οἰητέον αἱρετωτέρας εἶναι: καὶ γὰρ οἱ παῖδες τὰ παρ᾽ αὑτοῖς τιμώμενα κράτιστα οἴονται εἶναι. εὔλογον δή, ὥσπερ παισὶ καὶ ἀνδράσιν ἕτερα φαίνεται τίμια, οὕτω καὶ φαύλοις καὶ ἐπιεικέσιν. καθάπερ οὖν πολλάκις εἴρηται, καὶ τίμια καὶ ἡδέα ἐστὶ τὰ τῷ σπουδαίῳ τοιαῦτα ὄντα: ἑκάστῳ δ᾽ κατὰ τὴν οἰκείαν ἕξιν αἱρετωτάτη ἐνέργεια, καὶ τῷ σπουδαίῳ δὴ κατὰ τὴν ἀρετήν. οὐκ ἐν παιδιᾷ ἄρα εὐδαιμονία: καὶ γὰρ ἄτοπον τὸ τέλος εἶναι παιδιάν, καὶ πραγματεύεσθαι καὶ κακοπαθεῖν τὸν βίον ἅπαντα τοῦ παίζειν χάριν. ἅπαντα γὰρ ὡς εἰπεῖν ἑτέρου ἕνεκα αἱρούμεθα πλὴν τῆς εὐδαιμονίας: τέλος γὰρ αὕτη. σπουδάζειν δὲ καὶ πονεῖν παιδιᾶς χάριν ἠλίθιον φαίνεται καὶ λίαν παιδικόν. παίζειν δ᾽ ὅπως σπουδάζῃ, κατ᾽ Ἀνάχαρσιν, ὀρθῶς ἔχειν δοκεῖ: ἀναπαύσει γὰρ ἔοικεν παιδιά, ἀδυνατοῦντες δὲ συνεχῶς πονεῖν ἀναπαύσεως δέονται. οὐ δὴ τέλος ἀνάπαυσις:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: