previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μάλιστα δὲ τῇ τῶν ἀγαθῶν ταῦθ᾽ ὑπάρχει. ἐν δὲ τοῖς στρυφνοῖς καὶ πρεσβυτικοῖς ἧττον γίνεται φιλία, ὅσῳ δυσκολώτεροί εἰσι καὶ ἧττον ταῖς ὁμιλίαις χαίρουσιν: ταῦτα γὰρ δοκεῖ μάλιστ᾽ εἶναι φιλικὰ καὶ ποιητικὰ φιλίας. διὸ νέοι μὲν γίνονται φίλοι ταχύ, πρεσβῦται δ᾽ οὔ: οὐ γὰρ γίνονται φίλοι οἷς ἂν μὴ χαίρωσιν: ὁμοίως δ᾽ οὐδ᾽ οἱ στρυφνοί. ἀλλ᾽ οἱ τοιοῦτοι εὖνοι μέν εἰσιν ἀλλήλοις: βούλονται γὰρ τἀγαθὰ καὶ ἀπαντῶσιν εἰς τὰς χρείας: φίλοι δ᾽ οὐ πάνυ εἰσὶ διὰ τὸ μὴ συνημερεύειν μηδὲ χαίρειν ἀλλήλοις, δὴ μάλιστ᾽ εἶναι δοκεῖ φιλικά. πολλοῖς δ᾽ εἶναι φίλον κατὰ τὴν τελείαν φιλίαν οὐκ ἐνδέχεται, ὥσπερ οὐδ᾽ ἐρᾶν πολλῶν ἅμαἔοικε γὰρ ὑπερβολῇ, τὸ τοιοῦτο δὲ πρὸς ἕνα πέφυκε γίνεσθαι): πολλοὺς δ᾽ ἅμα τῷ αὐτῷ ἀρέσκειν σφόδρα οὐ ῥᾴδιον, ἴσως δ᾽ οὐδ᾽ ἀγαθοὺς εἶναι. δεῖ δὲ καὶ ἐμπειρίαν λαβεῖν καὶ ἐν συνηθείᾳ γενέσθαι, παγχάλεπον. διὰ τὸ χρήσιμον δὲ καὶ τὸ ἡδὺ πολλοῖς ἀρέσκειν ἐνδέχεται: πολλοὶ γὰρ οἱ τοιοῦτοι, καὶ ἐν ὀλίγῳ χρόνῳ αἱ ὑπηρεσίαι. τούτων δὲ μᾶλλον ἔοικε φιλίᾳ διὰ τὸ ἡδύ, ὅταν ταὐτὰ ἀπ᾽ ἀμφοῖν γίνηται καὶ χαίρωσιν ἀλλήλοις τοῖς αὐτοῖς, οἷαι τῶν νέων εἰσὶν αἱ φιλίαι: μᾶλλον γὰρ ἐν ταύταις τὸ ἐλευθέριον. δὲ διὰ τὸ χρήσιμον ἀγοραίων. καὶ οἱ μακάριοι δὲ χρησίμων μὲν οὐδὲν δέονται, ἡδέων δέ: συζῆν μὲν γὰρ βούλονταί τισι, τὸ δὲ λυπηρὸν ὀλίγον μὲν χρόνον φέρουσιν, συνεχῶς δ᾽ οὐδεὶς ἂν ὑπομείναι, οὐδ᾽ αὐτὸ τὸ ἀγαθόν, εἰ λυπηρὸν αὐτῷ εἴη: διὸ τοὺς φίλους ἡδεῖς ζητοῦσιν. δεῖ δ᾽ ἴσως καὶ ἀγαθοὺς τοιούτους ὄντας, καὶ ἔτι αὑτοῖς: οὕτω γὰρ ὑπάρξει αὐτοῖς ὅσα δεῖ τοῖς φίλοις. οἱ δ᾽ ἐν ταῖς ἐξουσίαις διῃρημένοις φαίνονται χρῆσθαι τοῖς φίλοις: ἄλλοι γὰρ αὐτοῖς εἰσὶ χρήσιμοι καὶ ἕτεροι ἡδεῖς, ἄμφω δ᾽ οἱ αὐτοὶ οὐ πάνυ: οὔτε γὰρ ἡδεῖς μετ᾽ ἀρετῆς ζητοῦσιν οὔτε χρησίμους εἰς τὰ καλά, ἀλλὰ τοὺς μὲν εὐτραπέλους τοῦ ἡδέος ἐφιέμενοι, τοὺς δὲ δεινοὺς πρᾶξαι τὸ ἐπιταχθέν, ταῦτα δ᾽ οὐ πάνυ γίνεται ἐν τῷ αὐτῷ. ἡδὺς δὲ καὶ χρήσιμος ἅμα εἴρηται ὅτι σπουδαῖος: ἀλλ᾽ ὑπερέχοντι οὐ γίνεται τοιοῦτος φίλος, ἐὰν μὴ καὶ τῇ ἀρετῇ ὑπερέχηται: εἰ δὲ μή, οὐκ ἰσάζει ἀνάλογον ὑπερεχόμενος. οὐ πάνυ δ᾽ εἰώθασι τοιοῦτοι γίνεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: