previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῆς δὲ τοιαύτης ἡδονῆς ταχεῖα μεταβολή. καὶ ἐρωτικοὶ δ᾽ οἱ νέοι: κατὰ πάθος γὰρ καὶ δι᾽ ἡδονὴν τὸ πολὺ τῆς ἐρωτικῆς: διόπερ φιλοῦσι καὶ ταχέως παύονται, πολλάκις τῆς αὐτῆς ἡμέρας μεταπίπτοντες. συνημερεύειν δὲ καὶ συζῆν οὗτοι βούλονται: γίνεται γὰρ αὐτοῖς τὸ κατὰ τὴν φιλίαν οὕτως.

τελεία δ᾽ ἐστὶν τῶν ἀγαθῶν φιλία καὶ κατ᾽ ἀρετὴν ὁμοίων: οὗτοι γὰρ τἀγαθὰ ὁμοίως βούλονται ἀλλήλοις ἀγαθοί, ἀγαθοὶ δ᾽ εἰσὶ καθ᾽ αὑτούς. οἱ δὲ βουλόμενοι τἀγαθὰ τοῖς φίλοις ἐκείνων ἕνεκα μάλιστα φίλοι: δι᾽ αὑτοὺς γὰρ οὕτως ἔχουσι, καὶ οὐ κατὰ συμβεβηκός: διαμένει οὖν τούτων φιλία ἕως ἂν ἀγαθοὶ ὦσιν, δ᾽ ἀρετὴ μόνιμον. καὶ ἔστιν ἑκάτερος ἁπλῶς ἀγαθὸς καὶ τῷ φίλῳ: οἱ γὰρ ἀγαθοὶ καὶ ἁπλῶς ἀγαθοὶ καὶ ἀλλήλοις ὠφέλιμοι. ὁμοίως δὲ καὶ ἡδεῖς: καὶ γὰρ ἁπλῶς οἱ ἀγαθοὶ ἡδεῖς καὶ ἀλλήλοις: ἑκάστῳ γὰρ καθ᾽ ἡδονήν εἰσιν αἱ οἰκεῖαι πράξεις καὶ αἱ τοιαῦται, τῶν ἀγαθῶν δὲ αἱ αὐταὶ ὅμοιαι. τοιαύτη δὲ φιλία μόνιμος εὐλόγως ἐστίν: συνάπτει γὰρ ἐν αὐτῇ πάνθ᾽ ὅσα τοῖς φίλοις δεῖ ὑπάρχειν. πᾶσα γὰρ φιλία δι᾽ ἀγαθόν ἐστιν δι᾽ ἡδονήν, ἁπλῶς τῷ φιλοῦντι, καὶ καθ᾽ ὁμοιότητά τινα: ταύτῃ δὲ πάνθ᾽ ὑπάρχει τὰ εἰρημένα καθ᾽ αὑτούς: †ταύτῃ γὰρ ὅμοιακαὶ τὰ λοιπά, τό τε ἁπλῶς ἀγαθὸν καὶ ἡδὺ ἁπλῶς ἐστίν, μάλιστα δὲ ταῦτα φιλητά: καὶ τὸ φιλεῖν δὴ καὶ φιλία ἐν τούτοις μάλιστα καὶ ἀρίστη. σπανίας δ᾽ εἰκὸς τὰς τοιαύτας εἶναι: ὀλίγοι γὰρ οἱ τοιοῦτοι. ἔτι δὲ προσδεῖται χρόνου καὶ συνηθείας: κατὰ τὴν παροιμίαν γὰρ οὐκ ἔστιν εἰδῆσαι ἀλλήλους πρὶν τοὺς λεγομένους ἅλας συναναλῶσαι: οὐδ᾽ ἀποδέξασθαι δὴ πρότερον οὐδ᾽ εἶναι φίλους, πρὶν ἂν ἑκάτερος ἑκατέρῳ φανῇ φιλητὸς καὶ πιστευθῇ. οἱ δὲ ταχέως τὰ φιλικὰ πρὸς ἀλλήλους ποιοῦντες βούλονται μὲν φίλοι εἶναι, οὐκ εἰσὶ δέ, εἰ μὴ καὶ φιλητοί, καὶ τοῦτ᾽ ἴσασιν: βούλησις μὲν γὰρ ταχεῖα φιλίας γίνεται, φιλία δ᾽ οὔ.

αὕτη μὲν οὖν καὶ κατὰ τὸν χρόνον καὶ κατὰ τὰ λοιπὰ τελεία ἐστί, καὶ κατὰ πάντα ταὐτὰ γίνεται καὶ ὅμοια ἑκατέρῳ παρ᾽ ἑκατέρου, ὅπερ δεῖ τοῖς φίλοις ὑπάρχειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: