previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλὰ μὴν ὅτι καὶ λύπη κακόν, ὁμολογεῖται, καὶ φευκτόν: μὲν γὰρ ἁπλῶς κακόν, δὲ τῷ πῇ ἐμποδιστική. τῷ δὲ φευκτῷ τὸ ἐναντίον φευκτόν τι καὶ κακόν, ἀγαθόν. ἀνάγκη οὖν τὴν ἡδονὴν ἀγαθόν τι εἶναι. ὡς γὰρ Σπεύσιππος ἔλυεν, οὐ συμβαίνει λύσις, ὥσπερ τὸ μεῖζον τῷ ἐλάττονι καὶ τῷ ἴσῳ ἐναντίον: οὐ γὰρ ἂν φαίη ὅπερ κακόν τι εἶναι τὴν ἡδονήν. τἄριστόν τ᾽ οὐδὲν κωλύει ἡδονήν τινα εἶναι, εἰ ἔνιαι φαῦλαι ἡδοναί, ὥσπερ καὶ ἐπιστήμην τινὰ ἐνίων φαύλων οὐσῶν. ἴσως δὲ καὶ ἀναγκαῖον, εἴπερ ἑκάστης ἕξεώς εἰσιν ἐνέργειαι ἀνεμπόδιστοι, εἴθ᾽ πασῶν ἐνέργειά ἐστιν εὐδαιμονία εἴτε τινὸς αὐτῶν, ἂν ἀνεμπόδιστος, αἱρετωτάτην εἶναι: τοῦτο δ᾽ ἐστὶν ἡδονή. ὥστε εἴη ἄν τις ἡδονὴ τὸ ἄριστον, τῶν πολλῶν ἡδονῶν φαύλων οὐσῶν, εἰ ἔτυχεν, ἁπλῶς. καὶ διὰ τοῦτο πάντες τὸν εὐδαίμονα ἡδὺν οἴονται βίον εἶναι, καὶ ἐμπλέκουσι τὴν ἡδονὴν εἰς τὴν εὐδαιμονίαν, εὐλόγως: οὐδεμία γὰρ ἐνέργεια τέλειος ἐμποδιζομένη, δ᾽ εὐδαιμονία τῶν τελείων: διὸ προσδεῖται εὐδαίμων τῶν ἐν σώματι ἀγαθῶν καὶ τῶν ἐκτὸς καὶ τῆς τύχης, ὅπως μὴ ἐμποδίζηται ταῦτα. οἱ δὲ τὸν τροχιζόμενον καὶ τὸν δυστυχίαις μεγάλαις περιπίπτοντα εὐδαίμονα φάσκοντες εἶναι, ἐὰν ἀγαθός, ἑκόντες ἄκοντες οὐδὲν λέγουσιν. διὰ δὲ τὸ προσδεῖσθαι τῆς τύχης δοκεῖ τισὶ ταὐτὸν εἶναι εὐτυχία τῇ εὐδαιμονίᾳ, οὐκ οὖσα, ἐπεὶ καὶ αὐτὴ ὑπερβάλλουσα ἐμπόδιός ἐστιν, καὶ ἴσως οὐκέτι εὐτυχίαν καλεῖν δίκαιον: πρὸς γὰρ τὴν εὐδαιμονίαν ὅρος αὐτῆς. καὶ τὸ διώκειν δ᾽ ἅπαντα καὶ θηρία καὶ ἀνθρώπους τὴν ἡδονὴν σημεῖόν τι τοῦ εἶναί πως τὸ ἄριστον αὐτήν: “φήμη δ᾽ οὔτις πάμπαν ἀπόλλυται, ἥν τινα λαοί
πολλοί ...

1 ἀλλ᾽ ἐπεὶ οὐχ αὐτὴ οὔτε φύσις οὔθ᾽ ἕξις ἀρίστη οὔτ᾽ ἔστιν οὔτε δοκεῖ, οὐδ᾽ ἡδονὴν διώκουσι τὴν αὐτὴν πάντες, ἡδονὴν μέντοι πάντες. ἴσως δὲ καὶ διώκουσιν οὐχ ἣν οἴονται οὐδ᾽ ἣν ἂν φαῖεν, ἀλλὰ τὴν αὐτήν: πάντα γὰρ φύσει ἔχει τι θεῖον. ἀλλ᾽ εἰλήφασι τὴν τοῦ ὀνόματος κληρονομίαν αἱ σωματικαὶ ἡδοναὶ διὰ τὸ πλειστάκις τε παραβάλλειν εἰς αὐτὰς καὶ πάντας μετέχειν αὐτῶν: διὰ τὸ μόνας οὖν γνωρίμους εἶναι ταύτας μόνας οἴονται εἶναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (2 total)
  • Cross-references in notes to this page (1):
  • Cross-references in notes from this page (1):
    • Hesiod, Works and Days, 763
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: