previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πλεονεκτεῖ καὶ αὐτὸς χάριτος τιμωρίας. ὥσπερ οὖν κἂν εἴ τις μερίσαιτο τοῦ ἀδικήματος, καὶ διὰ ταῦτα κρίνας ἀδίκως πλέον ἔχει: καὶ γὰρ ἐπ᾽ ἐκείνῳ τὸν ἀγρὸν κρίνας οὐκ ἀγρὸν ἀλλ᾽ ἀργύριον ἔλαβεν. οἱ δ᾽ ἄνθρωποι ἐφ᾽ ἑαυτοῖς οἴονται εἶναι τὸ ἀδικεῖν: διὸ καὶ τὸ δίκαιον εἶναι ῥᾴδιον. τὸ δ᾽ οὐκ ἔστιν: συγγενέσθαι μὲν γὰρ τῇ τοῦ γείτονος καὶ πατάξαι τὸν πλησίον καὶ δοῦναι τῇ χειρὶ τὸ ἀργύριον ῥᾴδιον καὶ ἐπ᾽ αὐτοῖς, ἀλλὰ τὸ ὡδὶ ἔχοντας ταῦτα ποιεῖν οὔτε ῥᾴδιον οὔτ᾽ ἐπ᾽ αὐτοῖς. ὁμοίως δὲ καὶ τὸ γνῶναι τὰ δίκαια καὶ τὰ ἄδικα οὐδὲν οἴονται σοφὸν εἶναι, ὅτι περὶ ὧν οἱ νόμοι λέγουσιν οὐ χαλεπὸν συνιέναιἀλλ᾽ οὐ ταῦτ᾽ ἐστὶ τὰ δίκαια ἀλλ᾽ κατὰ συμβεβηκός): ἀλλὰ πῶς πραττόμενα καὶ πῶς νεμόμενα δίκαια, τοῦτο δὴ πλέον ἔργον τὰ ὑγιεινὰ εἰδέναι: ἐπεὶ κἀκεῖ μέλι καὶ οἶνον καὶ ἐλλέβορον καὶ καῦσιν καὶ τομὴν εἰδέναι ῥᾴδιον, ἀλλὰ πῶς δεῖ νεῖμαι πρὸς ὑγίειαν καὶ τίνι καὶ πότε, τοσοῦτον ἔργον ὅσον ἰατρὸν εἶναι. δι᾽ αὐτὸ δὲ τοῦτο καὶ τοῦ δικαίου οἴονται εἶναι οὐδὲν ἧττον τὸ ἀδικεῖν, ὅτι οὐχ ἧττον δίκαιος ἀλλὰ καὶ μᾶλλον δύναιτ᾽ ἂν ἕκαστον πρᾶξαι τούτων: καὶ γὰρ συγγενέσθαι γυναικὶ καὶ πατάξαι: καὶ ἀνδρεῖος τὴν ἀσπίδα ἀφεῖναι καὶ στραφεὶς ἐφ᾽ ὁποτεραοῦν τρέχειν. ἀλλὰ τὸ δειλαίνειν καὶ ἀδικεῖν οὐ τὸ ταῦτα ποιεῖν ἐστί, πλὴν κατὰ συμβεβηκός, ἀλλὰ τὸ ὡδὶ ἔχοντα ταῦτα ποιεῖν, ὥσπερ καὶ τὸ ἰατρεύειν καὶ τὸ ὑγιάζειν οὐ τὸ τέμνειν μὴ τέμνειν φαρμακεύειν μὴ φαρμακεύειν ἐστίν, ἀλλὰ τὸ ὡδί. ἔστι δὲ τὰ δίκαια ἐν τούτοις οἷς μέτεστι τῶν ἁπλῶς ἀγαθῶν, ἔχουσι δ᾽ ὑπερβολὴν ἐν τούτοις καὶ ἔλλειψιν: τοῖς μὲν γὰρ οὐκ ἔστιν ὑπερβολὴ αὐτῶν, οἷον ἴσως τοῖς θεοῖς, τοῖς δ᾽ οὐδὲν μόριον ὠφέλιμον, τοῖς ἀνιάτως κακοῖς, ἀλλὰ πάντα βλάπτει, τοῖς δὲ μέχρι τοῦ: διὰ τοῦτ᾽ ἀνθρώπινόν ἐστιν.

περὶ δὲ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς, πῶς ἔχει μὲν ἐπιείκεια πρὸς δικαιοσύνην τὸ δ᾽ ἐπιεικὲς πρὸς τὸ δίκαιον, ἐχόμενόν ἐστιν εἰπεῖν. οὔτε γὰρ ὡς ταὐτὸν ἁπλῶς οὔθ᾽ ὡς ἕτερον τῷ γένει φαίνεται σκοπουμένοις: καὶ ὁτὲ μὲν τὸ ἐπιεικὲς ἐπαινοῦμεν καὶ ἄνδρα τὸν τοιοῦτον, ὥστε καὶ ἐπὶ τὰ ἄλλα

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (2 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1127
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 3.53
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: