previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐὰν δ᾽ ἐκ προαιρέσεως βλάψῃ, ἀδικεῖ: καὶ κατὰ ταῦτ᾽ ἤδη τὰ ἀδικήματα ἀδικῶν ἄδικος, ὅταν παρὰ τὸ ἀνάλογον παρὰ τὸ ἴσον. ὁμοίως δὲ καὶ δίκαιος, ὅταν προελόμενος δικαιοπραγῇ: δικαιοπραγεῖ δέ, ἂν μόνον ἑκὼν πράττῃ. τῶν δ᾽ ἀκουσίων τὰ μέν ἐστι συγγνωμονικὰ τὰ δ᾽ οὐ συγγνωμονικά. ὅσα μὲν γὰρ μὴ μόνον ἀγνοοῦντες ἀλλὰ καὶ δι᾽ ἄγνοιαν ἁμαρτάνουσι, συγγνωμονικά, ὅσα δὲ μὴ δι᾽ ἄγνοιαν, ἀλλ᾽ ἀγνοοῦντες μὲν διὰ πάθος δὲ μήτε φυσικὸν μήτ᾽ ἀνθρώπινον, οὐ συγγνωμονικά.

ἀπορήσειε δ᾽ ἄν τις, εἰ ἱκανῶς διώρισται περὶ τοῦ ἀδικεῖσθαι καὶ ἀδικεῖν, πρῶτον μὲν εἰ ἔστιν ὥσπερ Εὐριπίδης εἴρηκε, λέγων ἀτόπωςμητέρα κατέκταν τὴν ἐμήν, βραχὺς λόγος.
ἑκὼν ἑκοῦσαν, οὐχ ἑκοῦσαν οὐχ ἑκών;

πότερον γὰρ ὡς ἀληθῶς ἔστιν ἑκόντα ἀδικεῖσθαι, οὒ ἀλλ᾽ ἀκούσιον ἅπαν, ὥσπερ καὶ τὸ ἀδικεῖν πᾶν ἑκούσιον; καὶ ἆρα πᾶν οὕτως ἐκείνως, ὥσπερ καὶ τὸ ἀδικεῖν πᾶν ἑκούσιον, τὸ μὲν ἑκούσιον τὸ δ᾽ ἀκούσιον; ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δικαιοῦσθαι: τὸ γὰρ δικαιοπραγεῖν πᾶν ἑκούσιον: ὥστ᾽ εὔλογον ἀντικεῖσθαι ὁμοίως καθ᾽ ἑκάτερον, τό τ᾽ ἀδικεῖσθαι καὶ δικαιοῦσθαι ἑκούσιον ἀκούσιον εἶναι. ἄτοπον δ᾽ ἂν δόξειε καὶ ἐπὶ τοῦ δικαιοῦσθαι, εἰ πᾶν ἑκούσιον: ἔνιοι γὰρ δικαιοῦνται οὐχ ἑκόντες. ἔπειτα καὶ τόδε διαπορήσειεν ἄν τις, πότερον τὸ ἄδικον πεπονθὼς ἀδικεῖται πᾶς, ὥσπερ καὶ ἐπὶ τοῦ πράττειν, καὶ ἐπὶ τοῦ πάσχειν ἐστίν: κατὰ συμβεβηκὸς γὰρ ἐνδέχεται ἐπ᾽ ἀμφοτέρων μεταλαμβάνειν τῶν δικαίων: ὁμοίως δὲ δῆλον ὅτι καὶ ἐπὶ τῶν ἀδίκων: οὐ γὰρ ταὐτὸν τὸ τἄδικα πράττειν τῷ ἀδικεῖν οὐδὲ τὸ ἄδικα πάσχειν τῷ ἀδικεῖσθαι: ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δικαιοπραγεῖν καὶ δικαιοῦσθαι: ἀδύνατον γὰρ ἀδικεῖσθαι μὴ ἀδικοῦντος δικαιοῦσθαι μὴ δικαιοπραγοῦντος. εἰ δ᾽ ἐστὶν ἁπλῶς τὸ ἀδικεῖν τὸ βλάπτειν ἑκόντα τινά, τὸ δ᾽ ἑκόντα εἰδότα καὶ ὃν καὶ καὶ ὥς, δ᾽ ἀκρατὴς ἑκὼν βλάπτει αὐτὸς αὑτόν, ἑκών τ᾽ ἂν ἀδικοῖτο κἂν ἐνδέχοιτο αὐτὸς αὑτὸν ἀδικεῖν. ἔστι δὲ καὶ τοῦτο ἓν τῶν ἀπορουμένων,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: