previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοῦ μέσου ἄρα ἑνί, καὶ τὸ μέσον, ἀφ᾽ οὗ ἀφῃρέθη, ἑνί. τούτῳ ἄρα γνωριοῦμεν τί τε ἀφελεῖν δεῖ ἀπὸ τοῦ πλέον ἔχοντος, καὶ τί προσθεῖναι τῷ ἔλαττον ἔχοντι: μὲν γὰρ τὸ μέσον ὑπερέχει, τοῦτο προσθεῖναι δεῖ τῷ ἔλαττον ἔχοντι, δ᾽ ὑπερέχεται, ἀφελεῖν ἀπὸ τοῦ μεγίστου. ἴσαι αἱ ἐφ᾽ ὧν αα ββ γγ ἀλλήλαις: ἀπὸ τῆς αα ἀφῃρήσθω τὸ αε, καὶ προσκείσθω τῇ γγ τὸ ἐφ᾽ γδ, ὥστε ὅλη δγγ τῆς εα ὑπερέχει τῷ γδ καὶ τῷ γζ: τῆς ἄρα ββ τῷ γδ. ἔστι δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν: ἀνῃροῦντο γὰρ ἄν, εἰ μὴ ἐποίει τὸ ποιοῦν καὶ ὅσον καὶ οἷον, καὶ τὸ πάσχον ἔπασχε τοῦτο καὶ τοσοῦτον καὶ τοιοῦτον. ἐλήλυθε δὲ τὰ ὀνόματα ταῦτα, τε ζημία καὶ τὸ κέρδος, ἐκ τῆς ἑκουσίου ἀλλαγῆς: τὸ μὲν γὰρ πλέον ἔχειν τὰ αὑτοῦ κερδαίνειν λέγεται, τὸ δ᾽ ἔλαττον τῶν ἐξ ἀρχῆς ζημιοῦσθαι, οἷον ἐν τῷ ὠνεῖσθαι καὶ πωλεῖν καὶ ἐν ὅσοις ἄλλοις ἄδειαν δέδωκεν νόμος: ὅταν δὲ μήτε πλέον μήτ᾽ ἔλαττον ἀλλ᾽ αὐτὰ τὰ δι᾽ αὐτῶν γένηται, τὰ αὑτῶν φασὶν ἔχειν καὶ οὔτε ζημιοῦσθαι οὔτε κερδαίνειν. ὥστε κέρδους τινὸς καὶ ζημίας μέσον τὸ δίκαιόν ἐστι τῶν παρὰ τὸ ἑκούσιον, τὸ ἴσον ἔχειν καὶ πρότερον καὶ ὕστερον.

δοκεῖ δέ τισι καὶ τὸ ἀντιπεπονθὸς εἶναι ἁπλῶς δίκαιον, ὥσπερ οἱ Πυθαγόρειοι ἔφασαν: ὡρίζοντο γὰρ ἁπλῶς τὸ δίκαιον τὸ ἀντιπεπονθὸς ἄλλῳ. τὸ δ᾽ ἀντιπεπονθὸς οὐκ ἐφαρμόττει οὔτ᾽ ἐπὶ τὸ νεμητικὸν δίκαιον οὔτ᾽ ἐπὶ τὸ διορθωτικόνκαίτοι βούλονταί γε τοῦτο λέγειν καὶ τὸ Ῥαδαμάνθυος δίκαιον: “εἴ κε πάθοι τά τ᾽ ἔρεξε, δίκη κ᾽ ἰθεῖα γένοιτο

”—πολλαχοῦ γὰρ διαφωνεῖ: οἷον εἰ ἀρχὴν ἔχων ἐπάταξεν, οὐ δεῖ ἀντιπληγῆναι, καὶ εἰ ἄρχοντα ἐπάταξεν, οὐ πληγῆναι μόνον δεῖ ἀλλὰ καὶ κολασθῆναι. ἔτι τὸ ἑκούσιον καὶ τὸ ἀκούσιον διαφέρει πολύ. ἀλλ᾽ ἐν μὲν ταῖς κοινωνίαις ταῖς ἀλλακτικαῖς συνέχει τὸ τοιοῦτον δίκαιον, τὸ ἀντιπεπονθὸς κατ᾽ ἀναλογίαν καὶ μὴ κατ᾽ ἰσότητα. τῷ ἀντιποιεῖν γὰρ ἀνάλογον συμμένει πόλις. γὰρ τὸ κακῶς ζητοῦσιν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: