previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὧν οὐδὲν ἂν εἴποι χαρίεις, ἔνια δ᾽ οὐδ᾽ ἂν ἀκούσαι. δ᾽ ἄγροικος εἰς τὰς τοιαύτας ὁμιλίας ἀχρεῖος: οὐθὲν γὰρ συμβαλλόμενος πᾶσι δυσχεραίνει. δοκεῖ δὲ ἀνάπαυσις καὶ παιδιὰ ἐν τῷ βίῳ εἶναι ἀναγκαῖον. τρεῖς οὖν αἱ εἰρημέναι ἐν τῷ βίῳ μεσότητες, εἰσὶ δὲ πᾶσαι περὶ λόγων τινῶν καὶ πράξεων κοινωνίαν. διαφέρουσι δ᾽ ὅτι μὲν περὶ ἀλήθειάν ἐστιν, αἳ δὲ περὶ τὸ ἡδύ. τῶν δὲ περὶ τὴν ἡδονὴν μὲν ἐν ταῖς παιδιαῖς, δ᾽ ἐν ταῖς κατὰ τὸν ἄλλον βίον ὁμιλίαις.

περὶ δὲ αἰδοῦς ὥς τινος ἀρετῆς οὐ προσήκει λέγειν: πάθει γὰρ μᾶλλον ἔοικεν ἕξει. ὁρίζεται γοῦν φόβος τις ἀδοξίας, καὶ ἀποτελεῖται τῷ περὶ τὰ δεινὰ φόβῳ παραπλήσιον: ἐρυθραίνονται γὰρ οἱ αἰσχυνόμενοι, οἱ δὲ τὸν θάνατον φοβούμενοι ὠχριῶσιν. σωματικὰ δὴ φαίνεταί πως εἶναι ἀμφότερα, ὅπερ δοκεῖ πάθους μᾶλλον ἕξεως εἶναι. οὐ πάσῃ δ᾽ ἡλικίᾳ τὸ πάθος ἁρμόζει, ἀλλὰ τῇ νέᾳ. οἰόμεθα γὰρ δεῖν τοὺς τηλικούτους αἰδήμονας εἶναι διὰ τὸ πάθει ζῶντας πολλὰ ἁμαρτάνειν, ὑπὸ τῆς αἰδοῦς δὲ κωλύεσθαι: καὶ ἐπαινοῦμεν τῶν μὲν νέων τοὺς αἰδήμονας, πρεσβύτερον δ᾽ οὐδεὶς ἂν ἐπαινέσειεν ὅτι αἰσχυντηλός: οὐδὲν γὰρ οἰόμεθα δεῖν αὐτὸν πράττειν ἐφ᾽ οἷς ἐστὶν αἰσχύνη. οὐδὲ γὰρ ἐπιεικοῦς ἐστὶν αἰσχύνη, εἴπερ γίνεται ἐπὶ τοῖς φαύλοιςοὐ γὰρ πρακτέον τὰ τοιαῦτα: εἰ δ᾽ ἐστὶ τὰ μὲν κατ᾽ ἀλήθειαν αἰσχρὰ τὰ δὲ κατὰ δόξαν, οὐδὲν διαφέρει: οὐδέτερα γὰρ πρακτέα, ὥστ᾽ οὐκ αἰσχυντέον): φαύλου δὲ καὶ τὸ εἶναι τοιοῦτον οἷον πράττειν τι τῶν αἰσχρῶν. τὸ δ᾽ οὕτως ἔχειν ὥστ᾽ εἰ πράξαι τι τῶν τοιούτων αἰσχύνεσθαι, καὶ διὰ τοῦτ᾽ οἴεσθαι ἐπιεικῆ εἶναι, ἄτοπον: ἐπὶ τοῖς ἑκουσίοις γὰρ αἰδώς, ἑκὼν δ᾽ ἐπιεικὴς οὐδέποτε πράξει τὰ φαῦλα. εἴη δ᾽ ἂν αἰδὼς ἐξ ὑποθέσεως ἐπιεικές: εἰ γὰρ πράξαι, αἰσχύνοιτ᾽ ἄν: οὐκ ἔστι δὲ τοῦτο περὶ τὰς ἀρετάς. εἰ δ᾽ ἀναισχυντία φαῦλον καὶ τὸ μὴ αἰδεῖσθαι τὰ αἰσχρὰ πράττειν, οὐδὲν μᾶλλον τὸν τὰ τοιαῦτα πράττοντα αἰσχύνεσθαι ἐπιεικές. οὐκ ἔστι δ᾽ οὐδ᾽ ἐγκράτεια ἀρετή, ἀλλά τις μικτή: δειχθήσεται δὲ περὶ αὐτῆς ἐν τοῖς ὕστερον. νῦν δὲ περὶ δικαιοσύνης εἴπωμεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: