previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔοικε μὲν οὖν μεγαλοψυχία οἷον κόσμος τις εἶναι τῶν ἀρετῶν: μείζους γὰρ αὐτὰς ποιεῖ, καὶ οὐ γίνεται ἄνευ ἐκείνων. διὰ τοῦτο χαλεπὸν τῇ ἀληθείᾳ μεγαλόψυχον εἶναι: οὐ γὰρ οἷόν τε ἄνευ καλοκαγαθίας. μάλιστα μὲν οὖν περὶ τιμὰς καὶ ἀτιμίας μεγαλόψυχός ἐστι: καὶ ἐπὶ μὲν ταῖς μεγάλαις καὶ ὑπὸ τῶν σπουδαίων μετρίως ἡσθήσεται, ὡς τῶν οἰκείων τυγχάνων καὶ ἐλαττόνων: ἀρετῆς γὰρ παντελοῦς οὐκ ἂν γένοιτο ἀξία τιμή, οὐ μὴν ἀλλ᾽ ἀποδέξεταί γε τῷ μὴ ἔχειν αὐτοὺς μείζω αὐτῷ ἀπονέμειν: τῆς δὲ παρὰ τῶν τυχόντων καὶ ἐπὶ μικροῖς πάμπαν ὀλιγωρήσει: οὐ γὰρ τούτων ἄξιος: ὁμοίως δὲ καὶ ἀτιμίας: οὐ γὰρ ἔσται δικαίως περὶ αὐτόν. μάλιστα μὲν οὖν ἐστίν, ὥσπερ εἴρηται, μεγαλόψυχος περὶ τιμάς, οὐ μὴν ἀλλὰ καὶ περὶ πλοῦτον καὶ δυναστείαν καὶ πᾶσαν εὐτυχίαν καὶ ἀτυχίαν μετρίως ἕξει, ὅπως ἂν γίνηται, καὶ οὔτ᾽ εὐτυχῶν περιχαρὴς ἔσται οὔτ᾽ ἀτυχῶν περίλυπος. οὐδὲ γὰρ περὶ τιμὴν οὕτως ἔχει ὡς μέγιστον ὄν. αἱ γὰρ δυναστεῖαι καὶ πλοῦτος διὰ τὴν τιμήν ἐστιν αἱρετά: οἱ γοῦν ἔχοντες αὐτὰ τιμᾶσθαι δι᾽ αὐτῶν βούλονται: δὲ καὶ τιμὴ μικρόν ἐστι, τούτῳ καὶ τἆλλα. διὸ ὑπερόπται δοκοῦσιν εἶναι. δοκεῖ δὲ καὶ τὰ εὐτυχήματα συμβάλλεσθαι πρὸς μεγαλοψυχίαν. οἱ γὰρ εὐγενεῖς ἀξιοῦνται τιμῆς καὶ οἱ δυναστεύοντες πλουτοῦντες: ἐν ὑπεροχῇ γάρ, τὸ δ᾽ ἀγαθῷ ὑπερέχον πᾶν ἐντιμότερον. διὸ καὶ τὰ τοιαῦτα μεγαλοψυχοτέρους ποιεῖ: τιμῶνται γὰρ ὑπὸ τινῶν: κατ᾽ ἀλήθειαν δ᾽ ἀγαθὸς μόνος τιμητός: δ᾽ ἄμφω ὑπάρχει, μᾶλλον ἀξιοῦται τιμῆς. οἱ δ᾽ ἄνευ ἀρετῆς τὰ τοιαῦτα ἀγαθὰ ἔχοντες οὔτε δικαίως ἑαυτοὺς μεγάλων ἀξιοῦσιν οὔτε ὀρθῶς μεγαλόψυχοι λέγονται: ἄνευ γὰρ ἀρετῆς παντελοῦς οὐκ ἔστι ταῦτα. ὑπερόπται δὲ καὶ ὑβρισταὶ καὶ οἱ τὰ τοιαῦτα ἔχοντες ἀγαθὰ γίνονται. ἄνευ γὰρ ἀρετῆς οὐ ῥᾴδιον φέρειν ἐμμελῶς τὰ εὐτυχήματα:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: