previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἅμα δὲ καὶ διὰ τὸ μηδὲν τοῦ καλοῦ φροντίζειν ὀλιγώρως καὶ πάντοθεν λαμβάνουσιν: διδόναι γὰρ ἐπιθυμοῦσι, τὸ δὲ πῶς πόθεν οὐδὲν αὐτοῖς διαφέρει. διόπερ οὐδ᾽ ἐλευθέριοι αἱ δόσεις αὐτῶν εἰσίν: οὐ γὰρ καλαί, οὐδὲ τούτου ἕνεκα, οὐδὲ ὡς δεῖ: ἀλλ᾽ ἐνίοτε οὓς δεῖ πένεσθαι, τούτους πλουσίους ποιοῦσι, καὶ τοῖς μὲν μετρίοις τὰ ἤθη οὐδὲν ἂν δοῖεν, τοῖς δὲ κόλαξιν τιν᾽ ἄλλην ἡδονὴν πορίζουσι πολλά. διὸ καὶ ἀκόλαστοι αὐτῶν εἰσὶν οἱ πολλοί: εὐχερῶς γὰρ ἀναλίσκοντες καὶ εἰς τὰς ἀκολασίας δαπανηροί εἰσι, καὶ διὰ τὸ μὴ πρὸς τὸ καλὸν ζῆν πρὸς τὰς ἡδονὰς ἀποκλίνουσιν. μὲν οὖν ἄσωτος ἀπαιδαγώγητος γενόμενος εἰς ταῦτα μεταβαίνει, τυχὼν δ᾽ ἐπιμελείας εἰς τὸ μέσον καὶ εἰς τὸ δέον ἀφίκοιτ᾽ ἄν. δ᾽ ἀνελευθερία ἀνίατός τ᾽ ἐστίνδοκεῖ γὰρ τὸ γῆρας καὶ πᾶσα ἀδυναμία ἀνελευθέρους ποιεῖν), καὶ συμφυέστερον τοῖς ἀνθρώποις τῆς ἀσωτίας: οἱ γὰρ πολλοὶ φιλοχρήματοι μᾶλλον δοτικοί. καὶ διατείνει δ᾽ ἐπὶ πολύ, καὶ πολυειδές ἐστιν: πολλοὶ γὰρ τρόποι δοκοῦσι τῆς ἀνελευθερίας εἶναι. ἐν δυσὶ γὰρ οὖσα, τῇ τ᾽ ἐλλείψει τῆς δόσεως καὶ τῇ ὑπερβολῇ τῆς λήψεως, οὐ πᾶσιν ὁλόκληρος παραγίνεται, ἀλλ᾽ ἐνίοτε χωρίζεται, καὶ οἳ μὲν τῇ λήψει ὑπερβάλλουσιν, οἳ δὲ τῇ δόσει ἐλλείπουσιν. οἱ μὲν γὰρ ἐν ταῖς τοιαύταις προσηγορίαις οἷον φειδωλοὶ γλίσχροι κίμβικες, πάντες τῇ δόσει ἐλλείπουσι, τῶν δ᾽ ἀλλοτρίων οὐκ ἐφίενται οὐδὲ βούλονται λαμβάνειν, οἳ μὲν διά τινα ἐπιείκειαν καὶ εὐλάβειαν τῶν αἰσχρῶνδοκοῦσι γὰρ ἔνιοι φασί γε διὰ τοῦτο φυλάττειν, ἵνα μή ποτ᾽ ἀναγκασθῶσιν αἰσχρόν τι πρᾶξαι: τούτων δὲ καὶ κυμινοπρίστης καὶ πᾶς τοιοῦτος: ὠνόμασται δ᾽ ἀπὸ τῆς ὑπερβολῆς τοῦ μηδὲν ἂν δοῦναι): οἳ δ᾽ αὖ διὰ φόβον ἀπέχονται τῶν ἀλλοτρίων ὡς οὐ ῥᾴδιον αὐτὸν μὲν τὰ ἑτέρων λαμβάνειν, τὰ δ᾽ αὐτοῦ ἑτέρους μή: ἀρέσκει οὖν αὐτοῖς τὸ μήτε λαμβάνειν μήτε διδόναι. οἳ δ᾽ αὖ κατὰ τὴν λῆψιν ὑπερβάλλουσι τῷ πάντοθεν λαμβάνειν καὶ πᾶν, οἷον οἱ τὰς ἀνελευθέρους ἐργασίας ἐργαζόμενοι, πορνοβοσκοὶ καὶ πάντες οἱ τοιοῦτοι, καὶ τοκισταὶ κατὰ μικρὰ καὶ ἐπὶ πολλῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: