previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κολάζουσιν, ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις, ὅσα δι᾽ ἀμέλειαν ἀγνοεῖν δοκοῦσιν, ὡς ἐπ᾽ αὐτοῖς ὂν τὸ μὴ ἀγνοεῖν: τοῦ γὰρ ἐπιμεληθῆναι κύριοι. ἀλλ᾽ ἴσως τοιοῦτός ἐστιν ὥστε μὴ ἐπιμεληθῆναι. ἀλλὰ τοῦ τοιούτους γενέσθαι αὐτοὶ αἴτιοι ζῶντες ἀνειμένως, καὶ τοῦ ἀδίκους ἀκολάστους εἶναι, οἳ μὲν κακουργοῦντες, οἳ δὲ ἐν πότοις καὶ τοῖς τοιούτοις διάγοντες: αἱ γὰρ περὶ ἕκαστα ἐνέργειαι τοιούτους ποιοῦσιν. τοῦτο δὲ δῆλον ἐκ τῶν μελετώντων πρὸς ἡντινοῦν ἀγωνίαν πρᾶξιν: διατελοῦσι γὰρ ἐνεργοῦντες. τὸ μὲν οὖν ἀγνοεῖν ὅτι ἐκ τοῦ ἐνεργεῖν περὶ ἕκαστα αἱ ἕξεις γίνονται, κομιδῇ ἀναισθήτου. ἔτι δ᾽ ἄλογον τὸν ἀδικοῦντα μὴ βούλεσθαι ἄδικον εἶναι τὂν ἀκολασταίνοντα ἀκόλαστον. εἰ δὲ μὴ ἀγνοῶν τις πράττει ἐξ ὧν ἔσται ἄδικος, ἑκὼν ἄδικος ἂν εἴη, οὐ μὴν ἐάν γε βούληται, ἄδικος ὢν παύσεται καὶ ἔσται δίκαιος. οὐδὲ γὰρ νοσῶν ὑγιής. καὶ εἰ οὕτως ἔτυχεν, ἑκὼν νοσεῖ, ἀκρατῶς βιοτεύων καὶ ἀπειθῶν τοῖς ἰατροῖς. τότε μὲν οὖν ἐξῆν αὐτῷ μὴ νοσεῖν, προεμένῳ δ᾽ οὐκέτι, ὥσπερ οὐδ᾽ ἀφέντι λίθον ἔτ᾽ αὐτὸν δυνατὸν ἀναλαβεῖν: ἀλλ᾽ ὅμως ἐπ᾽ αὐτῷ τὸ βαλεῖν καὶ ῥῖψαι: γὰρ ἀρχὴ ἐν αὐτῷ. οὕτω δὲ καὶ τῷ ἀδίκῳ καὶ τῷ ἀκολάστῳ ἐξ ἀρχῆς μὲν ἐξῆν τοιούτοις μὴ γενέσθαι, διὸ ἑκόντες εἰσίν: γενομένοις δ᾽ οὐκέτι ἔστι μὴ εἶναι. οὐ μόνον δ᾽ αἱ τῆς ψυχῆς κακίαι ἑκούσιοί εἰσιν, ἀλλ᾽ ἐνίοις καὶ αἱ τοῦ σώματος, οἷς καὶ ἐπιτιμῶμεν: τοῖς μὲν γὰρ διὰ φύσιν αἰσχροῖς οὐδεὶς ἐπιτιμᾷ, τοῖς δὲ δι᾽ ἀγυμνασίαν καὶ ἀμέλειαν. ὁμοίως δὲ καὶ περὶ ἀσθένειαν καὶ πήρωσιν: οὐθεὶς γὰρ ἂν ὀνειδίσειε τυφλῷ φύσει ἐκ νόσου ἐκ πληγῆς, ἀλλὰ μᾶλλον ἐλεήσαι: τῷ δ᾽ ἐξ οἰνοφλυγίας ἄλλης ἀκολασίας πᾶς ἂν ἐπιτιμήσαι. τῶν δὴ περὶ τὸ σῶμα κακιῶν αἱ ἐφ᾽ ἡμῖν ἐπιτιμῶνται, αἱ δὲ μὴ ἐφ᾽ ἡμῖν οὔ. εἰ δ᾽ οὕτω, καὶ ἐπὶ τῶν ἄλλων αἱ ἐπιτιμώμεναι τῶν κακιῶν ἐφ᾽ ἡμῖν ἂν εἶεν. εἰ δέ τις λέγοι ὅτι πάντες ἐφίενται τοῦ φαινομένου ἀγαθοῦ, τῆς δὲ φαντασίας οὐ κύριοι,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: