previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1040β] [1] ἀλλ᾽ ἦν τῶν καθ᾽ ἕκαστα ἥλιος, ὥσπερ Κλέων Σωκράτης: ἐπεὶ διὰ τί οὐδεὶς ὅρον ἐκφέρει αὐτῶν ἰδέας; γένοιτο γὰρ ἂν δῆλον πειρωμένων ὅτι ἀληθὲς τὸ νῦν εἰρημένον. [5]

φανερὸν δὲ ὅτι καὶ τῶν δοκουσῶν εἶναι οὐσιῶν αἱ πλεῖσται δυνάμεις εἰσί, τά τε μόρια τῶν ζῴωνοὐθὲν γὰρ κεχωρισμένον αὐτῶν ἐστίν: ὅταν δὲ χωρισθῇ, καὶ τότε ὄντα ὡς ὕλη πάντακαὶ γῆ καὶ πῦρ καὶ ἀήρ: οὐδὲν γὰρ αὐτῶν ἕν ἐστιν, ἀλλ᾽ οἷον σωρός, πρὶν πεφθῇ καὶ γένηταί τι [10] ἐξ αὐτῶν ἕν. μάλιστα δ᾽ ἄν τις τὰ τῶν ἐμψύχων ὑπολάβοι μόρια καὶ τὰ τῆς ψυχῆς πάρεγγυς ἄμφω γίγνεσθαι, ὄντα καὶ ἐντελεχείᾳ καὶ δυνάμει, τῷ ἀρχὰς ἔχειν κινήσεως ἀπό τινος ἐν ταῖς καμπαῖς: διὸ ἔνια ζῷα διαιρούμενα ζῇ. ἀλλ᾽ ὅμως δυνάμει πάντ᾽ ἔσται, ὅταν ἓν καὶ [15] συνεχὲς φύσει, ἀλλὰ μὴ βίᾳ συμφύσει: τὸ γὰρ τοιοῦτον πήρωσις. ἐπεὶ δὲ τὸ ἓν λέγεται ὥσπερ καὶ τὸ ὄν, καὶ οὐσία τοῦ ἑνὸς μία, καὶ ὧν μία ἀριθμῷ ἓν ἀριθμῷ, φανερὸν ὅτι οὔτε τὸ ἓν οὔτε τὸ ὂν ἐνδέχεται οὐσίαν εἶναι τῶν πραγμάτων, ὥσπερ οὐδὲ τὸ στοιχείῳ εἶναι ἀρχῇ: ἀλλὰ [20] ζητοῦμεν τίς οὖν ἀρχή, ἵνα εἰς γνωριμώτερον ἀναγάγωμεν. μᾶλλον μὲν οὖν τούτων οὐσία τὸ ὂν καὶ ἓν τε ἀρχὴ καὶ τὸ στοιχεῖον καὶ τὸ αἴτιον, οὔπω δὲ οὐδὲ ταῦτα, εἴπερ μηδ᾽ ἄλλο κοινὸν μηδὲν οὐσία: οὐδενὶ γὰρ ὑπάρχει οὐσία ἀλλ᾽ αὑτῇ τε καὶ τῷ ἔχοντι αὐτήν, οὗ ἐστὶν οὐσία. [25] ἔτι τὸ ἓν πολλαχῇ οὐκ ἂν εἴη ἅμα, τὸ δὲ κοινὸν ἅμα πολλαχῇ ὑπάρχει: ὥστε δῆλον ὅτι οὐδὲν τῶν καθόλου ὑπάρχει παρὰ τὰ καθ᾽ ἕκαστα χωρίς. ἀλλ᾽ οἱ τὰ εἴδη λέγοντες τῇ μὲν ὀρθῶς λέγουσι χωρίζοντες αὐτά, εἴπερ οὐσίαι εἰσί, τῇ δ᾽ οὐκ ὀρθῶς, ὅτι τὸ ἓν ἐπὶ πολλῶν εἶδος [30] λέγουσιν. αἴτιον δ᾽ ὅτι οὐκ ἔχουσιν ἀποδοῦναι τίνες αἱ τοιαῦται οὐσίαι αἱ ἄφθαρτοι παρὰ τὰς καθ᾽ ἕκαστα καὶ αἰσθητάς: ποιοῦσιν οὖν τὰς αὐτὰς τῷ εἴδει τοῖς φθαρτοῖςταύτας γὰρ ἴσμεν), αὐτοάνθρωπον καὶ αὐτόϊππον, προστιθέντες τοῖς αἰσθητοῖς τὸ ῥῆμα τὸαὐτό”. καίτοι κἂν εἰ μὴ ἑωράκειμεν τὰ ἄστρα,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: