previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1035β] [1] ὁμωνύμως γὰρ λέγεται κύκλος τε ἁπλῶς λεγόμενος καὶ καθ᾽ ἕκαστα διὰ τὸ μὴ εἶναι ἴδιον ὄνομα τοῖς καθ᾽ ἕκαστον.

εἴρηται μὲν οὖν καὶ νῦν τὸ ἀληθές, ὅμως δ᾽ ἔτι σαφέστερον εἴπωμεν ἐπαναλαβόντες. ὅσα μὲν γὰρ τοῦ λόγου [5] μέρη καὶ εἰς διαιρεῖται λόγος, ταῦτα πρότερα πάντα ἔνια: δὲ τῆς ὀρθῆς λόγος οὐ διαιρεῖται εἰς ὀξείας λόγον, ἀλλ᾽ τῆς ὀξείας εἰς ὀρθήν: χρῆται γὰρ ὁριζόμενος τὴν ὀξεῖαν τῇ ὀρθῇ: “ἐλάττωνγὰρὀρθῆς ὀξεῖα. ὁμοίως δὲ καὶ κύκλος καὶ τὸ ἡμικύκλιον ἔχουσιν: τὸ [10] γὰρ ἡμικύκλιον τῷ κύκλῳ ὁρίζεται καὶ δάκτυλος τῷ ὅλῳ: “τὸγὰρτοιόνδε μέρος ἀνθρώπουδάκτυλος. ὥσθ᾽ ὅσα μὲν μέρη ὡς ὕλη καὶ εἰς διαιρεῖται ὡς ὕλην, ὕστερα: ὅσα δὲ ὡς τοῦ λόγου καὶ τῆς οὐσίας τῆς κατὰ τὸν λόγον, πρότερα πάντα ἔνια. ἐπεὶ δὲ τῶν ζῴων ψυχή [15]τοῦτο γὰρ οὐσία τοῦ ἐμψύχου κατὰ τὸν λόγον οὐσία καὶ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι τῷ τοιῷδε σώματιἕκαστον γοῦν τὸ μέρος ἐὰν ὁρίζηται καλῶς, οὐκ ἄνευ τοῦ ἔργου ὁριεῖται, οὐχ ὑπάρξει ἄνευ αἰσθήσεως), ὥστε τὰ ταύτης μέρη πρότερα πάντα ἔνια τοῦ συνόλου ζῴου, καὶ καθ᾽ ἕκαστον [20] δὴ ὁμοίως, τὸ δὲ σῶμα καὶ τὰ τούτου μόρια ὕστερα ταύτης τῆς οὐσίας, καὶ διαιρεῖται εἰς ταῦτα ὡς εἰς ὕλην οὐχ οὐσία ἀλλὰ τὸ σύνολον,

τοῦ μὲν οὖν συνόλου πρότερα ταῦτ᾽ ἔστιν ὥς, ἔστι δ᾽ ὡς οὔοὐδὲ γὰρ εἶναι δύναται χωριζόμενα: οὐ γὰρ πάντως ἔχων δάκτυλος ζῴου, ἀλλ᾽ [25] ὁμώνυμος τεθνεώς): ἔνια δὲ ἅμα, ὅσα κύρια καὶ ἐν πρώτῳ λόγος καὶ οὐσία, οἷον εἰ τοῦτο καρδία ἐγκέφαλος: διαφέρει γὰρ οὐθὲν πότερον τοιοῦτον. δ᾽ ἄνθρωπος καὶ ἵππος καὶ τὰ οὕτως ἐπὶ τῶν καθ᾽ ἕκαστα, καθόλου δέ, οὐκ ἔστιν οὐσία ἀλλὰ σύνολόν τι ἐκ τουδὶ τοῦ λόγου καὶ τησδὶ [30] τῆς ὕλης ὡς καθόλου: καθ᾽ ἕκαστον δ᾽ ἐκ τῆς ἐσχάτης ὕλης Σωκράτης ἤδη ἐστίν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.

μέρος μὲν οὖν ἐστὶ καὶ τοῦ εἴδουςεἶδος δὲ λέγω τὸ τί ἦν εἶναικαὶ τοῦ συνόλου τοῦ ἐκ τοῦ εἴδους καὶ τῆς ὕλης καὶ τῆς ὕλης αὐτῆς. ἀλλὰ τοῦ λόγου μέρη τὰ τοῦ εἴδους μόνον ἐστίν, δὲ λόγος ἐστὶ τοῦ καθόλου:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: