previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1035α] [1] εἰ οὖν ἐστὶ τὸ μὲν ὕλη τὸ δὲ εἶδος τὸ δ᾽ ἐκ τούτων, καὶ οὐσία τε ὕλη καὶ τὸ εἶδος καὶ τὸ ἐκ τούτων, ἔστι μὲν ὡς καὶ ὕλη μέρος τινὸς λέγεται, ἔστι δ᾽ ὡς οὔ, ἀλλ᾽ ἐξ ὧν τοῦ εἴδους λόγος. οἷον τῆς μὲν κοιλότητος οὐκ ἔστι μέρος [5] σάρξαὕτη γὰρ ὕλη ἐφ᾽ ἧς γίγνεται), τῆς δὲ σιμότητος μέρος: καὶ τοῦ μὲν συνόλου ἀνδριάντος μέρος χαλκὸς τοῦ δ᾽ ὡς εἴδους λεγομένου ἀνδριάντος οὔλεκτέον γὰρ τὸ εἶδος καὶ εἶδος ἔχει ἕκαστον, τὸ δ᾽ ὑλικὸν οὐδέποτε καθ᾽ αὑτὸ λεκτέον): διὸ μὲν τοῦ κύκλου λόγος οὐκ ἔχει [10] τὸν τῶν τμημάτων, δὲ τῆς συλλαβῆς ἔχει τὸν τῶν στοιχείων: τὰ μὲν γὰρ στοιχεῖα τοῦ λόγου μέρη τοῦ εἴδους καὶ οὐχ ὕλη, τὰ δὲ τμήματα οὕτως μέρη ὡς ὕλη ἐφ᾽ ἧς ἐπιγίγνεται: ἐγγυτέρω μέντοι τοῦ εἴδους χαλκὸς ὅταν ἐν χαλκῷ στρογγυλότης ἐγγένηται. ἔστι δ᾽ ὡς οὐδὲ τὰ στοιχεῖα πάντα [15] τῆς συλλαβῆς ἐν τῷ λόγῳ ἐνέσται, οἷον ταδὶ τὰ κήρινα τὰ ἐν τῷ ἀέρι: ἤδη γὰρ καὶ ταῦτα μέρος τῆς συλλαβῆς ὡς ὕλη αἰσθητή. καὶ γὰρ γραμμὴ οὐκ εἰ διαιρουμένη [18] εἰς τὰ ἡμίση φθείρεται, ἄνθρωπος εἰς τὰ ὀστᾶ καὶ νεῦρα καὶ σάρκας, διὰ τοῦτο καὶ εἰσὶν ἐκ τούτων οὕτως [20] ὡς ὄντων τῆς οὐσίας μερῶν, ἀλλ᾽ ὡς ἐξ ὕλης, καὶ τοῦ μὲν συνόλου μέρη, τοῦ εἴδους δὲ καὶ οὗ λόγος οὐκέτι: διόπερ οὐδ᾽ ἐν τοῖς λόγοις. τῷ μὲν οὖν ἐνέσται τῶν τοιούτων μερῶν λόγος, τῷ δ᾽ οὐ δεῖ ἐνεῖναι, ἂν μὴ τοῦ συνειλημμένου: διὰ γὰρ τοῦτο ἔνια μὲν ἐκ τούτων ὡς ἀρχῶν ἐστὶν εἰς [25] φθείρονται, ἔνια δὲ οὐκ ἔστιν. ὅσα μὲν οὖν συνειλημμένα τὸ εἶδος καὶ ὕλη ἐστίν, οἷον τὸ σιμὸν χαλκοῦς κύκλος, ταῦτα μὲν φθείρεται εἰς ταῦτα καὶ μέρος αὐτῶν ὕλη: ὅσα δὲ μὴ συνείληπται τῇ ὕλῃ ἀλλὰ ἄνευ ὕλης, ὧν οἱ λόγοι τοῦ εἴδους μόνον, ταῦτα δ᾽ οὐ φθείρεται, ὅλως [30] οὔτοι οὕτω γε: ὥστ᾽ ἐκείνων μὲν ἀρχαὶ καὶ μέρη ταῦτα τοῦ δὲ εἴδους οὔτε μέρη οὔτε ἀρχαί. καὶ διὰ τοῦτο φθείρεται πήλινος ἀνδριὰς εἰς πηλὸν καὶ σφαῖρα εἰς χαλκὸν καὶ Καλλίας εἰς σάρκα καὶ ὀστᾶ, ἔτι δὲ κύκλος εἰς τὰ τμήματα: ἔστι γάρ τις ὃς συνείληπται τῇ ὕλῃ:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: