previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1033β] [1] οἷον ποιεῖ χαλκῆν σφαῖραν, τοῦτο δὲ οὕτως ὅτι ἐκ τουδί, ἐστι χαλκός, τοδὶ ποιεῖ, ἐστι σφαῖρα): εἰ οὖν καὶ τοῦτο ποιεῖ αὐτό, δῆλον ὅτι ὡσαύτως ποιήσει, καὶ βαδιοῦνται αἱ γενέσεις εἰς ἄπειρον. [5] φανερὸν ἄρα ὅτι οὐδὲ τὸ εἶδος, ὁτιδήποτε χρὴ καλεῖν τὴν ἐν τῷ αἰσθητῷ μορφήν, οὐ γίγνεται, οὐδ᾽ ἔστιν αὐτοῦ γένεσις, [7] οὐδὲ τὸ τί ἦν εἶναιτοῦτο γάρ ἐστιν ἐν ἄλλῳ γίγνεται ὑπὸ τέχνης ὑπὸ φύσεως δυνάμεως). τὸ δὲ χαλκῆν σφαῖραν εἶναι ποιεῖ: ποιεῖ γὰρ ἐκ χαλκοῦ καὶ σφαίρας: [10] εἰς τοδὶ γὰρ τὸ εἶδος ποιεῖ, καὶ ἔστι τοῦτο σφαῖρα χαλκῆ. τοῦ δὲ σφαίρᾳ εἶναι ὅλως εἰ ἔσται γένεσις, ἔκ τινος τὶ ἔσται. δεήσει γὰρ διαιρετὸν εἶναι ἀεὶ τὸ γιγνόμενον, καὶ εἶναι τὸ μὲν τόδε τὸ δὲ τόδε, λέγω δ᾽ ὅτι τὸ μὲν ὕλην τὸ δὲ εἶδος. εἰ δή ἐστι σφαῖρα τὸ ἐκ τοῦ μέσου σχῆμα ἴσον, τούτου τὸ μὲν [15] ἐν ἔσται ποιεῖ, τὸ δ᾽ ἐν ἐκείνῳ, τὸ δὲ ἅπαν τὸ γεγονός, οἷον χαλκῆ σφαῖρα. φανερὸν δὴ ἐκ τῶν εἰρημένων ὅτι τὸ μὲν ὡς εἶδος οὐσία λεγόμενον οὐ γίγνεται, δὲ σύνολος κατὰ ταύτην λεγομένη γίγνεται, καὶ ὅτι ἐν παντὶ τῷ γεννωμένῳ ὕλη ἔνεστι, καὶ ἔστι τὸ μὲν τόδε τὸ δὲ τόδε.

πότερον [20] οὖν ἔστι τις σφαῖρα παρὰ τάσδε οἰκία παρὰ τὰς πλίνθους; οὐδ᾽ ἄν ποτε ἐγίγνετο, εἰ οὕτως ἦν, τόδε τι, ἀλλὰ τὸ τοιόνδε σημαίνει, τόδε δὲ καὶ ὡρισμένον οὐκ ἔστιν, ἀλλὰ ποιεῖ καὶ γεννᾷ ἐκ τοῦδε τοιόνδε, καὶ ὅταν γεννηθῇ, ἔστι τόδε τοιόνδε; τὸ δὲ ἅπαν τόδε, Καλλίας Σωκράτης, ἐστὶν ὥσπερ [25] σφαῖρα χαλκῆ ἡδί, δ᾽ ἄνθρωπος καὶ τὸ ζῷον ὥσπερ σφαῖρα χαλκῆ ὅλως. φανερὸν ἄρα ὅτι τῶν εἰδῶν αἰτία, ὡς εἰώθασί τινες λέγειν τὰ εἴδη, εἰ ἔστιν ἄττα παρὰ τὰ καθ᾽ ἕκαστα, πρός γε τὰς γενέσεις καὶ τὰς οὐσίας οὐθὲν χρησίμη: οὐδ᾽ ἂν εἶεν διά γε ταῦτα οὐσίαι καθ᾽ αὑτάς. ἐπὶ μὲν δή [30] τινων καὶ φανερὸν ὅτι τὸ γεννῶν τοιοῦτον μὲν οἷον τὸ γεννώμενον, οὐ μέντοι τὸ αὐτό γε, οὐδὲ ἓν τῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει, οἷον ἐν τοῖς φυσικοῖςἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷἂν μή τι παρὰ φύσιν γένηται, οἷον ἵππος ἡμίονονκαὶ ταῦτα δὲ ὁμοίως: γὰρ ἂν κοινὸν εἴη ἐφ᾽ ἵππου καὶ ὄνου οὐκ ὠνόμασται, τὸ ἐγγύτατα γένος, εἴη δ᾽ ἂν ἄμφω ἴσως, οἷον ἡμίονος):

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: