previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1019α] [1] τὰ μὲν δὴ οὕτω λέγεται πρότερα καὶ ὕστερα, τὰ δὲ κατὰ φύσιν καὶ οὐσίαν, ὅσα ἐνδέχεται εἶναι ἄνευ ἄλλων, ἐκεῖνα δὲ ἄνευ ἐκείνων μή: διαιρέσει ἐχρήσατο Πλάτων. (ἐπεὶ δὲ τὸ εἶναι [5] πολλαχῶς, πρῶτον μὲν τὸ ὑποκείμενον πρότερον, διὸ οὐσία πρότερον, ἔπειτα ἄλλως τὰ κατὰ δύναμιν καὶ κατ᾽ ἐντελέχειαν: τὰ μὲν γὰρ κατὰ δύναμιν πρότερά ἐστι τὰ δὲ κατὰ ἐντελέχειαν, οἷον κατὰ δύναμιν μὲν ἡμίσεια τῆς ὅλης καὶ τὸ μόριον τοῦ ὅλου καὶ ὕλη τῆς οὐσίας, κατ᾽ [10] ἐντελέχειαν δ᾽ ὕστερον: διαλυθέντος γὰρ κατ᾽ ἐντελέχειαν ἔσται.) τρόπον δή τινα πάντα τὰ πρότερον καὶ ὕστερον λεγόμενα κατὰ ταῦτα λέγεται: τὰ μὲν γὰρ κατὰ γένεσιν ἐνδέχεται ἄνευ τῶν ἑτέρων εἶναι, οἷον τὸ ὅλον τῶν μορίων, τὰ δὲ κατὰ φθοράν, οἷον τὸ μόριον τοῦ ὅλου. ὁμοίως δὲ καὶ τἆλλα. [15]

δύναμις λέγεται μὲν ἀρχὴ κινήσεως μεταβολῆς ἐν ἑτέρῳ ἕτερον, οἷον οἰκοδομικὴ δύναμίς ἐστιν οὐχ ὑπάρχει ἐν τῷ οἰκοδομουμένῳ, ἀλλ᾽ ἰατρικὴ δύναμις οὖσα ὑπάρχοι ἂν ἐν τῷ ἰατρευομένῳ, ἀλλ᾽ οὐχ ἰατρευόμενος. μὲν οὖν ὅλως ἀρχὴ μεταβολῆς κινήσεως λέγεται δύναμις [20] ἐν ἑτέρῳ ἕτερον, δ᾽ ὑφ᾽ ἑτέρου ἕτερονκαθ᾽ ἣν γὰρ τὸ πάσχον πάσχει τι, ὁτὲ μὲν ἐὰν ὁτιοῦν, δυνατὸν αὐτό φαμεν εἶναι παθεῖν, ὁτὲ δ᾽ οὐ κατὰ πᾶν πάθος ἀλλ᾽ ἂν ἐπὶ τὸ βέλτιον): ἔτι τοῦ καλῶς τοῦτ᾽ ἐπιτελεῖν κατὰ προαίρεσιν: ἐνίοτε γὰρ τοὺς μόνον ἂν πορευθέντας εἰπόντας, μὴ [25] καλῶς δὲ μὴ ὡς προείλοντο, οὔ φαμεν δύνασθαι λέγειν βαδίζειν: ὁμοίως δὲ καὶ ἐπὶ τοῦ πάσχειν. ἔτι ὅσαι ἕξεις καθ᾽ ἃς ἀπαθῆ ὅλως ἀμετάβλητα μὴ ῥᾳδίως ἐπὶ τὸ χεῖρον εὐμετακίνητα, δυνάμεις λέγονται: κλᾶται μὲν γὰρ καὶ συντρίβεται καὶ κάμπτεται καὶ ὅλως φθείρεται οὐ τῷ [30] δύνασθαι ἀλλὰ τῷ μὴ δύνασθαι καὶ ἐλλείπειν τινός: ἀπαθῆ δὲ τῶν τοιούτων μόλις καὶ ἠρέμα πάσχει διὰ δύναμιν καὶ τῷ δύνασθαι καὶ τῷ ἔχειν πώς. λεγομένης δὲ τῆς δυνάμεως τοσαυταχῶς, καὶ τὸ δυνατὸν ἕνα μὲν τρόπον λεχθήσεται τὸ ἔχον κινήσεως ἀρχὴν μεταβολῆςκαὶ γὰρ [35] τὸ στατικὸν δυνατόν τιἐν ἑτέρῳ ἕτερον, ἕνα δ᾽ ἐὰν ἔχῃ τι αὐτοῦ ἄλλο δύναμιν τοιαύτην,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: