previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[999α] [1] ἀλλὰ μὴν καὶ εἰ μᾶλλόν γε ἀρχοειδὲς τὸ ἕν ἐστιν, ἓν δὲ τὸ ἀδιαίρετον, ἀδιαίρετον δὲ ἅπαν κατὰ τὸ ποσὸν κατ᾽ εἶδος, πρότερον δὲ τὸ κατ᾽ εἶδος, τὰ δὲ γένη διαιρετὰ εἰς εἴδη, μᾶλλον ἂν ἓν τὸ [5] ἔσχατον εἴη κατηγορούμενον: οὐ γάρ ἐστι γένος ἅνθρωπος τῶν τινῶν ἀνθρώπων. ἔτι ἐν οἷς τὸ πρότερον καὶ ὕστερόν ἐστιν, οὐχ οἷόν τε τὸ ἐπὶ τούτων εἶναί τι παρὰ ταῦταοἷον εἰ πρώτη τῶν ἀριθμῶν δυάς, οὐκ ἔσται τις ἀριθμὸς παρὰ τὰ εἴδη τῶν ἀριθμῶν: ὁμοίως δὲ οὐδὲ σχῆμα παρὰ τὰ εἴδη [10] τῶν σχημάτων: εἰ δὲ μὴ τούτων, σχολῇ τῶν γε ἄλλων ἔσται τὰ γένη παρὰ τὰ εἴδη: τούτων γὰρ δοκεῖ μάλιστα εἶναι γένη): ἐν δὲ τοῖς ἀτόμοις οὐκ ἔστι τὸ μὲν πρότερον τὸ δ᾽ ὕστερον. ἔτι ὅπου τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον, ἀεὶ τὸ βέλτιον πρότερον: ὥστ᾽ οὐδὲ τούτων ἂν εἴη γένος.

ἐκ μὲν οὖν τούτων [15] μᾶλλον φαίνεται τὰ ἐπὶ τῶν ἀτόμων κατηγορούμενα ἀρχαὶ εἶναι τῶν γενῶν: πάλιν δὲ πῶς αὖ δεῖ ταύτας ἀρχὰς ὑπολαβεῖν οὐ ῥᾴδιον εἰπεῖν. τὴν μὲν γὰρ ἀρχὴν δεῖ καὶ τὴν αἰτίαν εἶναι παρὰ τὰ πράγματα ὧν ἀρχή, καὶ δύνασθαι εἶναι χωριζομένην αὐτῶν: τοιοῦτον δέ τι παρὰ τὸ καθ᾽ ἕκαστον [20] εἶναι διὰ τί ἄν τις ὑπολάβοι, πλὴν ὅτι καθόλου κατηγορεῖται καὶ κατὰ πάντων; ἀλλὰ μὴν εἰ διὰ τοῦτο, τὰ μᾶλλον καθόλου μᾶλλον θετέον ἀρχάς: ὥστε ἀρχαὶ τὰ πρῶτ᾽ ἂν εἴησαν γένη.

ἔστι δ᾽ ἐχομένη τε τούτων ἀπορία καὶ πασῶν χαλεπωτάτη [25] καὶ ἀναγκαιοτάτη θεωρῆσαι, περὶ ἧς λόγος ἐφέστηκε νῦν. εἴτε γὰρ μὴ ἔστι τι παρὰ τὰ καθ᾽ ἕκαστα, τὰ δὲ καθ᾽ ἕκαστα ἄπειρα, τῶν δ᾽ ἀπείρων πῶς ἐνδέχεται λαβεῖν ἐπιστήμην; γὰρ ἕν τι καὶ ταὐτόν, καὶ καθόλου τι ὑπάρχει, ταύτῃ πάντα γνωρίζομεν.

ἀλλὰ μὴν εἰ τοῦτο [30] ἀναγκαῖόν ἐστι καὶ δεῖ τι εἶναι παρὰ τὰ καθ᾽ ἕκαστα, ἀναγκαῖον ἂν εἴη τὰ γένη εἶναι παρὰ τὰ καθ᾽ ἕκαστα, ἤτοι τὰ ἔσχατα τὰ πρῶτα: τοῦτο δ᾽ ὅτι ἀδύνατον ἄρτι διηπορήσαμεν.

ἔτι εἰ ὅτι μάλιστα ἔστι τι παρὰ τὸ σύνολον ὅταν κατηγορηθῇ τι τῆς ὕλης, πότερον, εἰ ἔστι, παρὰ πάντα δεῖ εἶναί τι, παρὰ μὲν ἔνια εἶναι παρὰ δ᾽ ἔνια μὴ εἶναι, παρ᾽ οὐδέν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: