previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1003α] [1] γὰρ δύναμις ἐκείνης τῆς αἰτίας, τὸ δὲ δυνατὸν οὐκ ἀναγκαῖον ἐκείνως πᾶν ἔχειν): εἰ δ᾽ ἔστι δυνάμει τὰ στοιχεῖα, ἐνδέχεται μηθὲν εἶναι τῶν ὄντων: δυνατὸν γὰρ εἶναι καὶ τὸ μήπω ὄν: γίγνεται μὲν γὰρ τὸ [5] μὴ ὄν, οὐθὲν δὲ γίγνεται τῶν εἶναι ἀδυνάτων.

ταύτας τε οὖν τὰς ἀπορίας ἀναγκαῖον ἀπορῆσαι περὶ τῶν ἀρχῶν, καὶ πότερον καθόλου εἰσὶν ὡς λέγομεν τὰ καθ᾽ ἕκαστα. εἰ μὲν γὰρ καθόλου, οὐκ ἔσονται οὐσίαιοὐθὲν γὰρ τῶν κοινῶν τόδε τι σημαίνει ἀλλὰ τοιόνδε, δ᾽ οὐσία τόδε τι: εἰ δ᾽ [10] ἔσται τόδε τι καὶ ἓν θέσθαι τὸ κοινῇ κατηγορούμενον, πολλὰ ἔσται ζῷα Σωκράτης, αὐτός τε καὶ ἄνθρωπος καὶ τὸ ζῷον, εἴπερ σημαίνει ἕκαστον τόδε τι καὶ ἕν):

εἰ μὲν οὖν καθόλου αἱ ἀρχαί, ταῦτα συμβαίνει: εἰ δὲ μὴ καθόλου ἀλλ᾽ ὡς τὰ καθ᾽ ἕκαστα, οὐκ ἔσονται ἐπιστηταίκαθόλου [15] γὰρ ἐπιστήμη πάντων), ὥστ᾽ ἔσονται ἀρχαὶ ἕτεραι πρότεραι τῶν ἀρχῶν αἱ καθόλου κατηγορούμεναι, ἄνπερ μέλλῃ ἔσεσθαι αὐτῶν ἐπιστήμη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: