previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1067α] [1] οὐδὲ πῦρ οὐδ᾽ ἄλλο τῶν στοιχείων οὐθέν: χωρὶς γὰρ τοῦ ἄπειρον εἶναί τι αὐτῶν, ἀδύνατον τὸ ἅπαν, κἂν πεπερασμένον, εἶναι γίγνεσθαι ἕν τι αὐτῶν, ὥσπερ Ἡράκλειτός φησιν ἅπαντα γίγνεσθαί ποτε [5] πῦρ. δ᾽ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἑνὸς ποιοῦσι παρὰ τὰ στοιχεῖα οἱ φυσικοί: πᾶν γὰρ μεταβάλλει ἐξ ἐναντίου, οἷον ἐκ θερμοῦ εἰς ψυχρόν.

ἔτι τὸ αἰσθητὸν σῶμα πού, καὶ αὐτὸς τόπος ὅλου καὶ μορίου, οἷον τῆς γῆς, ὥστ᾽ εἰ μὲν ὁμοειδές, ἀκίνητον ἔσται ἀεὶ οἰσθήσεται, τοῦτο δὲ [10] ἀδύνατοντί γὰρ μᾶλλον κάτω ἄνω ὁπουοῦν; οἷον εἰ βῶλος εἴη, ποῦ αὕτη κινήσεται μενεῖ; γὰρ τόπος τοῦ συγγενοῦς αὐτῇ σώματος ἄπειρος: καθέξει οὖν τὸν ὅλον τόπον; καὶ πῶς; τίς οὖν μονὴ καὶ κίνησις; πανταχοῦ μενεῖοὐ κινηθήσεται ἄρα, πανταχοῦ κινηθήσεται [15]οὐκ ἄρα στήσεται): εἰ δ᾽ ἀνόμοιον τὸ πᾶν, ἀνόμοιοι καὶ οἱ τόποι, καὶ πρῶτον μὲν οὐχ ἓν τὸ σῶμα τοῦ παντὸς ἀλλ᾽ τῷ ἅπτεσθαι, εἶτα πεπερασμένα ταῦτ᾽ ἔσται ἄπειρα εἴδει. πεπερασμένα μὲν οὖν οὐχ οἷόν τεἔσται γὰρ τὰ μὲν ἄπειρα τὰ δ᾽ οὔ, εἰ τὸ πᾶν ἄπειρον, οἷον πῦρ ὕδωρ: [20] φθορὰ δὲ τὸ τοιοῦτον τοῖς ἐναντίοις): εἰ δ᾽ ἄπειρα καὶ ἁπλᾶ, καὶ οἱ τόποι ἄπειροι καὶ ἔσται ἄπειρα στοιχεῖα: εἰ δὲ τοῦτ᾽ ἀδύνατον καὶ οἱ τόποι πεπερασμένοι, καὶ τὸ πᾶν ἀνάγκη πεπεράνθαι. ὅλως δ᾽ ἀδύνατον ἄπειρον εἶναι σῶμα καὶ τόπον τοῖς σώμασιν, εἰ πᾶν σῶμα αἰσθητὸν βάρος ἔχει [25] κουφότητα: γὰρ ἐπὶ τὸ μέσον ἄνω οἰσθήσεται, ἀδύνατον δὲ τὸ ἄπειρον πᾶν τὸ ἥμισυ ὁποτερονοῦν πεπονθέναι: πῶς γὰρ διελεῖς; πῶς τοῦ ἀπείρου ἔσται τὸ μὲν κάτω τὸ δ᾽ ἄνω, ἔσχατον καὶ μέσον; ἔτι πᾶν σῶμα αἰσθητὸν ἐν τόπῳ, τόπου δὲ εἴδη ἕξ, ἀδύνατον δ᾽ ἐν τῷ [30] ἀπείρῳ σώματι ταῦτ᾽ εἶναι. ὅλως δ᾽ εἰ ἀδύνατον τόπον ἄπειρον εἶναι, καὶ σῶμα ἀδύνατον: τὸ γὰρ ἐν τόπῳ πού, τοῦτο δὲ σημαίνει ἄνω κάτω τῶν λοιπῶν τι, τούτων δ᾽ ἕκαστον πέρας τι. τὸ δ᾽ ἄπειρον οὐ ταὐτὸν ἐν μεγέθει καὶ κινήσει καὶ χρόνῳ ὡς μία τις φύσις, ἀλλὰ τὸ ὕστερον [35] λέγεται κατὰ τὸ πρότερον, οἷον κίνησις κατὰ τὸ μέγεθος ἐφ᾽ οὗ κινεῖται ἀλλοιοῦται αὔξεται, χρόνος δὲ διὰ τὴν κίνησιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: