previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1060α] [1] τὰ μὲν οὖν τὴν ἀπορίαν ἔχοντα ταῦτα καὶ τοιαῦτ᾽ ἐστὶν ἕτερα.

ἔτι πότερον δεῖ τιθέναι τι παρὰ τὰ καθ᾽ ἕκαστα οὔ, ἀλλὰ τούτων ζητουμένη ἐπιστήμη; ἀλλὰ ταῦτα ἄπειρα: [5] τά γε μὴν παρὰ τὰ καθ᾽ ἕκαστα γένη εἴδη ἐστίν, ἀλλ᾽ οὐδετέρου τούτων ζητουμένη νῦν ἐπιστήμη. διότι γὰρ ἀδύνατον τοῦτο, εἴρηται. καὶ γὰρ ὅλως ἀπορίαν ἔχει πότερον δεῖ τινὰ ὑπολαβεῖν οὐσίαν εἶναι χωριστὴν παρὰ τὰς αἰσθητὰς οὐσίας καὶ τὰς δεῦρο, οὔ, ἀλλὰ ταῦτ᾽ εἶναι τὰ ὄντα καὶ [10] περὶ ταῦτα τὴν σοφίαν ὑπάρχειν. ζητεῖν μὲν γὰρ ἐοίκαμεν ἄλλην τινά, καὶ τὸ προκείμενον τοῦτ᾽ ἔστιν ἡμῖν, λέγω δὲ τὸ ἰδεῖν εἴ τι χωριστὸν καθ᾽ αὑτὸ καὶ μηδενὶ τῶν αἰσθητῶν ὑπάρχον. ἔτι δ᾽ εἰ παρὰ τὰς αἰσθητὰς οὐσίας ἔστι τις ἑτέρα οὐσία, παρὰ ποίας τῶν αἰσθητῶν δεῖ τιθέναι ταύτην εἶναι; [15] τί γὰρ μᾶλλον παρὰ τοὺς ἀνθρώπους τοὺς ἵππους τῶν ἄλλων ζῴων θήσει τις αὐτὴν καὶ τῶν ἀψύχων ὅλως; τό γε μὴν ἴσας ταῖς αἰσθηταῖς καὶ φθαρταῖς οὐσίαις ἀϊδίους ἑτέρας κατασκευάζειν ἐκτὸς τῶν εὐλόγων δόξειεν ἂν πίπτειν. εἰ δὲ μὴ χωριστὴ τῶν σωμάτων ζητουμένη νῦν ἀρχή, [20] τίνα ἄν τις ἄλλην θείη μᾶλλον τῆς ὕλης; αὕτη γε μὴν ἐνεργείᾳ μὲν οὐκ ἔστι, δυνάμει δ᾽ ἔστιν. μᾶλλόν τ᾽ ἂν ἀρχὴ κυριωτέρα ταύτης δόξειεν εἶναι τὸ εἶδος καὶ μορφή: τοῦτο δὲ φθαρτόν, ὥσθ᾽ ὅλως οὐκ ἔστιν ἀΐδιος οὐσία χωριστὴ καὶ καθ᾽ αὑτήν. ἀλλ᾽ ἄτοπον: ἔοικε γὰρ καὶ ζητεῖται σχεδὸν [25] ὑπὸ τῶν χαριεστάτων ὡς οὖσά τις ἀρχὴ καὶ οὐσία τοιαύτη: πῶς γὰρ ἔσται τάξις μή τινος ὄντος ἀϊδίου καὶ χωριστοῦ καὶ μένοντος; ἔτι δ᾽ εἴπερ ἔστι τις οὐσία καὶ ἀρχὴ τοιαύτη τὴν φύσιν οἵαν νῦν ζητοῦμεν, καὶ αὕτη μία πάντων καὶ αὐτὴ τῶν ἀϊδίων τε καὶ φθαρτῶν, ἀπορίαν ἔχει διὰ τί ποτε τῆς [30] αὐτῆς ἀρχῆς οὔσης τὰ μέν ἐστιν ἀΐδια τῶν ὑπὸ τὴν ἀρχὴν τὰ δ᾽ οὐκ ἀΐδιατοῦτο γὰρ ἄτοπον): εἰ δ᾽ ἄλλη μέν ἐστιν ἀρχὴ τῶν φθαρτῶν ἄλλη δὲ τῶν ἀϊδίων, εἰ μὲν ἀΐδιος καὶ τῶν φθαρτῶν, ὁμοίως ἀπορήσομενδιὰ τί γὰρ οὐκ ἀϊδίου τῆς ἀρχῆς οὔσης καὶ τὰ ὑπὸ τὴν ἀρχὴν ἀΐδια;): φθαρτῆς δ᾽ [35] οὔσης ἄλλη τις ἀρχὴ γίγνεται ταύτης κἀκείνης ἑτέρα, καὶ τοῦτ᾽ εἰς ἄπειρον πρόεισιν. εἰ δ᾽ αὖ τις τὰς δοκούσας μάλιστ᾽ ἀρχὰς ἀκινήτους εἶναι, τό τε ὂν καὶ τὸ ἕν, θήσει, πρῶτον μὲν εἰ μὴ τόδε τι καὶ οὐσίαν ἑκάτερον αὐτῶν σημαίνει,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: