previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1055α] [1] ὥστ᾽ ἐν ταὐτῷ γένει καὶ ταὐτὰ τῷ γένει. διώρισται δ᾽ ἐν ἄλλοις ποῖα τῷ γένει ταὐτὰ ἕτερα.

ἐπεὶ δὲ διαφέρειν ἐνδέχεται ἀλλήλων τὰ διαφέροντα πλεῖον καὶ ἔλαττον, ἔστι τις καὶ μεγίστη διαφορά, καὶ ταύτην [5] λέγω ἐναντίωσιν. ὅτι δ᾽ μεγίστη ἐστὶ διαφορά, δῆλον ἐκ τῆς ἐπαγωγῆς. τὰ μὲν γὰρ γένει διαφέροντα οὐκ ἔχει ὁδὸν εἰς ἄλληλα, ἀλλ᾽ ἀπέχει πλέον καὶ ἀσύμβλητα: τοῖς δ᾽ εἴδει διαφέρουσιν αἱ γενέσεις ἐκ τῶν ἐναντίων εἰσὶν ὡς ἐσχάτων, τὸ δὲ τῶν ἐσχάτων διάστημα μέγιστον, ὥστε [10] καὶ τὸ τῶν ἐναντίων. ἀλλὰ μὴν τό γε μέγιστον ἐν ἑκάστῳ γένει τέλειον. μέγιστόν τε γὰρ οὗ μὴ ἔστιν ὑπερβολή, καὶ τέλειον οὗ μὴ ἔστιν ἔξω λαβεῖν τι δυνατόν: τέλος γὰρ ἔχει τελεία διαφοράὥσπερ καὶ τἆλλα τῷ τέλος ἔχειν λέγεται τέλεια), τοῦ δὲ τέλους οὐθὲν ἔξω: ἔσχατον γὰρ ἐν παντὶ [15] καὶ περιέχει, διὸ οὐδὲν ἔξω τοῦ τέλους, οὐδὲ προσδεῖται οὐδενὸς τὸ τέλειον. ὅτι μὲν οὖν ἐναντιότης ἐστὶ διαφορὰ τέλειος, ἐκ τούτων δῆλον: πολλαχῶς δὲ λεγομένων τῶν ἐναντίων, ἀκολουθήσει τὸ τελείως οὕτως ὡς ἂν καὶ τὸ ἐναντίοις εἶναι ὑπάρχῃ αὐτοῖς. τούτων δὲ ὄντων φανερὸν ὅτι οὐκ ἐνδέχεται [20] ἑνὶ πλείω ἐναντία εἶναιοὔτε γὰρ τοῦ ἐσχάτου ἐσχατώτερον εἴη ἄν τι, οὔτε τοῦ ἑνὸς διαστήματος πλείω δυοῖν ἔσχατα), ὅλως τε εἰ ἔστιν ἐναντιότης διαφορά, δὲ διαφορὰ δυοῖν, ὥστε καὶ τέλειος. ἀνάγκη δὲ καὶ τοὺς ἄλλους ὅρους ἀληθεῖς εἶναι τῶν ἐναντίων. καὶ γὰρ πλεῖστον διαφέρει τέλειος [25] διαφοράτῶν τε γὰρ γένει διαφερόντων οὐκ ἔστιν ἐξωτέρω λαβεῖν καὶ τῶν εἴδει: δέδεικται γὰρ ὅτι πρὸς τὰ ἔξω τοῦ γένους οὐκ ἔστι διαφορά, τούτων δ᾽ αὕτη μεγίστη), καὶ τὰ ἐν ταὐτῷ γένει πλεῖστον διαφέροντα ἐναντίαμεγίστη γὰρ διαφορὰ τούτων τέλειος), καὶ τὰ ἐν τῷ αὐτῷ δεκτικῷ πλεῖστον [30] διαφέροντα ἐναντία γὰρ ὕλη αὐτὴ τοῖς ἐναντίοιςκαὶ τὰ ὑπὸ τὴν αὐτὴν δύναμιν πλεῖστον διαφέροντακαὶ γὰρ ἐπιστήμη περὶ ἓν γένος μία): ἐν οἷς τελεία διαφορὰ μεγίστη.

πρώτη δὲ ἐναντίωσις ἕξις καὶ στέρησίς ἐστιν: οὐ πᾶσα δὲ στέρησιςπολλαχῶς γὰρ λέγεται στέρησις[35] ἀλλ᾽ ἥτις ἂν τελεία . τὰ δ᾽ ἄλλα ἐναντία κατὰ ταῦτα λεχθήσεται, τὰ μὲν τῷ ἔχειν τὰ δὲ τῷ ποιεῖν ποιητικὰ εἶναι τὰ δὲ τῷ λήψεις εἶναι καὶ ἀποβολαὶ τούτων ἄλλων ἐναντίων. εἰ δὴ ἀντίκειται μὲν ἀντίφασις καὶ στέρησις καὶ ἐναντιότης καὶ τὰ πρός τι,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: