previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1248β] καὶ ὥσπερ οἱ τυφλοὶ μνημονεύουσι μᾶλλον ἀπολυθέντες τοῦ πρὸς τοῖς ὁρατοῖς, τῷ ἐρρωμενέστερον εἶναι τὸ μνημονεῦον. φανερὸν δὴ ὅτι δύο εἴδη εὐτυχίας, μὲν θείαδιὸ καὶ δοκεῖ εὐτυχὴς διὰ θεὸν κατορθοῦν δὲ [5] φύσει. οὗτος δέ ἐστιν κατὰ τὴν ὁρμὴν διορθωτικός, δ᾽ ἕτερος παρὰ τὴν ὁρμήν: ἄλογοι δ᾽ ἀμφότεροι. καὶ μὲν συνεχὴς εὐτυχία μᾶλλον, αὕτη δὲ οὐ συνεχής.

κατὰ μέρος μὲν οὖν περὶ ἑκάστης ἀρετῆς εἴρηται πρότερον: ἐπεὶ δὲ χωρὶς διείλομεν τὴν δύναμιν αὐτῶν, καὶ περὶ [10] τῆς ἀρετῆς διαρθρωτέον τῆς ἐκ τούτων, ἣν ἐκαλοῦμεν ἤδη καλοκἀγαθίαν. ὅτι μὲν οὖν ἀνάγκη τὸν ταύτης ἀληθῶς τευξόμενον τῆς προσηγορίας ἔχειν τὰς κατὰ μέρος ἀρετάς, φανερόν. οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων οὐθενὸς οἷόν τ᾽ ἄλλως ἔχειν. οὐθεὶς γὰρ ὅλον μὲν τὸ σῶμα ὑγιαίνει, μέρος δ᾽ οὐθέν, ἀλλ᾽ [15] ἀναγκαῖον πάντα τὰ πλεῖστα καὶ κυριώτατα τὸν αὐτὸν ἔχειν τρόπον τῷ ὅλῳ. ἔστι δὴ τὸ ἀγαθὸν εἶναι καὶ τὸ καλὸν κἀγαθὸν οὐ μόνον κατὰ τὰ ὀνόματα, ἀλλὰ καθ᾽ αὑτὰ ἔχοντα διαφοράν. τῶν γὰρ ἀγαθῶν πάντων τέλη ἐστίν, αὐτὰ αὑτῶν ἕνεκά ἐστιν αἱρετά. τούτων δὲ καλά, ὅσα δι᾽ [20] αὑτὰ ὄντα πάντα ἐπαινετὰ ἐστίν. ταῦτα γάρ ἐστιν ἀφ᾽ ὧν αἵ τε πράξεις εἰσὶν ἐπαινεταὶ καὶ αὐτὰ ἐπαινετά, δικαιοσύνη καὶ αὐτὴ καὶ αἱ πράξεις, καὶ οἱ σώφρονες: ἐπαινετὴ γὰρ καὶ σωφροσύνη. ἀλλ᾽ οὐχ ὑγίεια ἐπαινετόν: οὐδὲ γὰρ τὸ ἔργον: οὐδὲ τὸ ἰσχυρῶς: οὐδὲ γὰρ ἰσχύς. ἀλλ᾽ [25] ἀγαθὰ μέν, ἐπαινετὰ δ᾽ οὔ. ὁμοίως δὲ τοῦτο δῆλον καὶ ἐπὶ τῶν ἄλλων διὰ τῆς ἐπαγωγῆς. ἀγαθὸς μὲν οὖν ἐστιν τὰ φύσει ἀγαθά ἐστιν ἀγαθά. τὰ γὰρ περιμάχητα καὶ μέγιστα εἶναι δοκοῦντα ἀγαθά, τιμὴ καὶ πλοῦτος καὶ σώματος ἀρεταὶ καὶ εὐτυχίαι καὶ δυνάμεις, ἀγαθὰ μὲν φύσει [30] ἐστίν, ἐνδέχεται δ᾽ εἶναι βλαβερά τισι διὰ τὰς ἕξεις. οὔτε γὰρ ἄφρων οὔτ᾽ ἄδικος ἀκόλαστος ὢν οὐδὲν ἂν ὀνήσειε χρώμενος αὐτοῖς, ὥσπερ οὐδ᾽ κάμνων τῇ τοῦ ὑγιαίνοντος τροφῇ χρώμενος οὐδ᾽ ἀσθενὴς καὶ ἀνάπηρος τοῖς τοῦ ὑγιοῦς καὶ τοῖς τοῦ ὁλοκλήρου κόσμοις. καλὸς δὲ κἀγαθὸς τῷ τῶν [35] ἀγαθῶν τὰ καλὰ ὑπάρχειν αὐτῷ δι᾽ αὑτὰ καὶ τῷ πρακτικὸς εἶναι τῶν καλῶν καὶ αὑτῶν ἕνεκα. καλὰ δ᾽ ἐστὶν αἵ τε ἀρεταὶ καὶ τὰ ἔργα τὰ ἀπὸ τῆς ἀρετῆς.

ἔστι δέ τις ἕξις πολιτική, οἵαν οἱ Λάκωνες ἔχουσιν ἄλλοι τοιοῦτοι ἔχοιεν ἄν. αὕτη δ᾽ ἐστὶν ἕξις τοιαύτη. εἰσὶ γὰρ οἳ οἴονται [40] τὴν ἀρετὴν δεῖν μὲν ἔχειν, ἀλλὰ τῶν φύσει ἀγαθῶν ἕνεκεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: