previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1247β] τύχης γάρ, ὅσων αἰτία τύχη ἀγαθὴ ἀγαθῶν.

εἰ δ᾽ οὕτως, πότερον οὐκ ἔσται τύχη ὅλως, ἔσται μέν, ἀλλ᾽ οὐκ αἰτία; ἀλλ᾽ ἀνάγκη καὶ εἶναι καὶ αἰτίαν εἶναι. ἔσται ἄρα καὶ ἀγαθῶν τισιν αἰτία κακῶν. εἰ δ᾽ ὅλως ἐξαιρετέον καὶ οὐδὲν [5] ἀπὸ τύχης φατέον γίνεσθαι, ἀλλ᾽ ἡμεῖς ἄλλης οὔσης αἰτίας διὰ τὸ μὴ ὁρᾶν τύχην εἶναί φαμεν αἰτίανδιὸ καὶ ὁριζόμενοι τὴν τύχην τιθέασιν αἰτίαν ἄλογον ἀνθρωπίνῳ λογισμῷ, ὡς οὔσης τινὸς φύσεως): τοῦτο μὲν οὖν ἄλλο πρόβλημ᾽ ἂν εἴη, ἐπεὶ δὲ ὁρῶμέν τινας ἅπαξ εὐτυχήσαντας, διὰ [10] τί οὐ καὶ πάλιν ἄν; ἀλλὰ διὰ τὸ ἀποκατορθῶσαι ἕν, καὶ πάλιν. τὸ γὰρ αὐτὸ τοῦτ᾽ αἴτιον. οὐκ ἄρα ἔσται τύχης τοῦτο, ἀλλ᾽ ὅταν τὸ αὐτὸ ἀποβαίνῃ, ἀπείρων καὶ ἀορίστων, ἔσται μὲν τὸ ἀγαθὸν κακόν, ἐπιστήμη δ᾽ οὐκ ἔσται αὐτοῦ δι᾽ ἀπειρίαν, ἐπεὶ ἐμάνθανον ἄν τινες εὐτυχεῖν, καὶ πᾶσαι ἂν [15] αἱ ἐπιστῆμαι, ὥσπερ ἔφη Σωκράτης, εὐτυχίαι ἦσαν. τί οὖν κωλύει συμβῆναί τινι ἐφεξῆς τὰ τοιαῦτα πολλάκις, οὐχ ὅτι οὕτως δεῖ, ἀλλ᾽ οἷον ἂν εἴη τὸ κύβους ἀεὶ μακαρίαν βάλλειν; τί δὲ δή; ἆρ᾽ οὐκ ἔνεισιν ὁρμαὶ ἐν τῇ ψυχῇ αἱ μὲν ἀπὸ λογισμοῦ, αἱ δὲ ἀπὸ ὀρέξεως ἀλόγου, καὶ πρότεραι [20] αὗται; εἰ γάρ ἐστι φύσει δι᾽ ἐπιθυμίαν ἡδέος καὶ ὄρεξις, φύσει γε ἐπὶ τὸ ἀγαθὸν βαδίζοι ἂν πᾶν. εἰ δή τινές εἰσιν εὐφυεῖς ὥσπερ οἱ ἄδικοι οὐκ ἐπιστάμενοι ᾁδειν, οὕτως εὖ πεφύκασι καὶ ἄνευ λόγου ὁρμῶσιν, φύσις πέφυκε, καὶ ἐπιθυμοῦσι καὶ τούτου καὶ τότε καὶ οὕτως ὡς δεῖ καὶ οὗ δεῖ [25] καὶ ὅτε, οὗτοι κατορθώσουσι, κἂν τύχωσιν ἄφρονες ὄντες καὶ ἄλογοι, ὥσπερ καὶ εὖ ἔσονται οὐ διδασκαλικοὶ ὄντες. οἱ δέ γε τοιοῦτοι εὐτυχεῖς, ὅσοι ἄνευ λόγου κατορθοῦσιν ὡς ἐπὶ τὸ πολύ. φύσει ἄρα οἱ εὐτυχεῖς εἶεν ἄν.

πλεοναχῶς λέγεται εὐτυχία; τὰ μὲν γὰρ πράττεται ἀπὸ τῆς ὁρμῆς [30] καὶ προελομένων πρᾶξαι, τὰ δ᾽ οὔ, ἀλλὰ τοὐναντίον. καὶ ἐν ἐκείνοις, ἐν οἷς κακῶς λογίσασθαι δοκοῦσι, κατορθοῦντας καὶ εὐτυχῆσαι φαμέν: καὶ πάλιν ἐν τούτοις, εἰ ἐβουλεύοντο ἂν ἔλαττον ἔλαβον τἀγαθόν. ἐκείνους μὲν τοίνυν εὐτυχεῖν διὰ φύσιν ἐνδέχεται γὰρ ὁρμὴ καὶ ὄρεξις οὖσα οὗ ἔδει [35] κατώρθωσεν, δὲ λογισμὸς ἦν ἠλίθιος: καὶ τοὺς μὲν ἐνταῦθα, ὅταν μὲν λογισμὸς μὴ δοκῶν ὀρθὸς εἶναι, τύχη δ᾽ αὐτοῦ αἰτία οὖσα, αὐτὴ δ᾽ ὀρθὴ οὖσα ἔσωσεν, ἀλλ᾽ ἐνίοτε δι᾽ ἐπιθυμίαν ἐλογίσατο πάλιν οὕτω καὶ ἠτύχησεν): ἐν δὲ δὴ τοῖς ἑτέροις πῶς ἔσται εὐτυχία κατ᾽ εὐφυΐαν ὀρέξεως καὶ ἐπιθυμίας;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: